Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.323a
Not analysed yet
Galenus de qualitatibus incorporeis 6. Vol. XIX p. 478 K. ὁ μὲν οὖν ἰατρὸς συντιθεὶς ἐκ πολλῶν φαρμάκων ἕτερον φάρμακον, ἰδίαν ποιότητα πάντων ἐχόντων, ποιὸν ἕτερον ἐκ τῆς μίξεως ποιεῖ, τὸν Δία δ’ οὔ φασι μῖξαι τῇ πρώτῃ οὐσίᾳ καὶ σχηματότητα, οὐδὲ μηκότητα οὐδὲ τῶν ἄλλων τι συμβεβηκότων. εἰ δὲ μίγνυσιν, ὄντα καὶ αὐτὰ δῆλον ὡς ἀΐδια, ταῦτά [ἐστιν], πῶς ἔτι λέγουσι μόνην τὴν πρώτην ὕλην ἀΐδιον τὴν ἄποιον, οὐχὶ δὲ καὶ τὰς ἄλλας ποιότητας καὶ πάντα τὰ συμβαίνοντα. οὐδὲ γὰρ ποιητὴν εἶναί φασι, καθάπερ τινὰ χειροτέχνην, τὸν Δία, ἀλλ’ ὅλον δι' ὅλης τῆς ὕλης διεληλυθότα πάντων δημιουργὸν γεγονέναι. τήν τε πηλικότητα τοῦ θείου πυρὸς καὶ τὰ ἐπὶ μέρους τῇ πηλικότητι συμβεβηκότα, τό τε μῆκος καὶ πλάτος καὶ βάθος, καὶ πρὸς τούτοις τὸ λογικὸν αὐτοῦ καὶ τὴν μακαριότητα, εἰ μὲν οὐσίας εἶναι φήσουσι καὶ σωματικὰς αὐτὰς ἐροῦσιν, ἐκ σωμάτων δῆλον ὡς ἦν ὁ Ζεὺς συνεστηκὼς καὶ οὐχ ἁπλοῦν ἦν, ἀλλὰ καὶ σύγκριμα. εἰ δὲ ἀνουσίους αὐτὰς ——φύσεις ἐροῦσι, τὸ λεγόμενον ὑφ’ ἡμῶν κρατύνεται τὸ μὴ σωματικὴν ἔχειν φύσιν τὰ συμβεβηκότα μηδὲ τὰς ποιότητας.