Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.323
Not analysed yet
Galenus de qualitatibus incorporeis 5. Vol. XIX p. 476 K. πρὸς ⟨δʼ⟩ οἷς ἔφην ἀτόποις οὐδ’ ἡνωμένην ἔτι χρὴ λέγειν ὑπάρχειν τὴν οὐσίαν. ——-ἥν τε λέγουσιν οἱ Στωϊκοὶ πρώτην ὕλην καὶ πρώτην οὐσίαν, ἐξ ἧς φασι τόν τε κόσμον καὶ τῶν ἐν αὐτῷ πραγμάτων ἕκαστον πεποιηκέναι τὸν Δία, εἰ καθάπερ αἱ ποιότητες σῶμα ἦν, πῶς οὐκ ἦν καὶ αὐτὴ ποιότης ἢ εἶχέ γε ποιότητα; εἴ τε τὰς ἄλλας ποιότητας οὐκ εἶχε, ἀλλὰ δή πάντως ὑπῆρχε βάρος, ὅπερ φασὶν εἶναι σώματος ⟨ἴδιον⟩, πῶς ἁπλῆν ἔτι φασὶ τὴν πρώτην οὐσίαν, ἀλλ’ οὐχὶ σύγκριμα; εἰ δὲ πεπερασμένην εἶναί φασι καὶ πέρασι κεχρημένην, καὶ σχῆμα δῆλον ὡς ἐκέκτητο, ἄτοπον γάρ ἐστιν ἰδίοις περαινόμενον σῶμα πέρασι μὴ μετὰ σχήματος πάντως ὑπάρχειν, εἰ καὶ μὴ συννοοῖτο τοῦτ’ αὐτῷ καθ’ ὑπόθεσιν· ὥστε εἰ περὶ ὕλην ἦν ταῦθ’ ἅπερ ἔφην πάντα, ταῦτα δ’ ἐστί, καθάπερ αὐτοί φασι, σώματα, οὔτε ἄποιος ἦν δηλαδὴ οὔτε ἁπλῆ. ——ταύτῃ δὲ οὐδὲν ἀμιγὲς ἦν κατ’ αὐτούς.