Ancient Greek · ~14 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.337.1
Not analysed yet
Sextus adv. math. IX 196. εἴπερ τοίνυν, φασίν, ἔστι σπέρμα, ἔστι καὶ αἴτιον, ἐπείπερ τὸ σπέρμα αἴτιόν ἐστι τῶν ἐξ αὐτοῦ φυομένων τε καὶ γεννωμένων· ἔστι δέ γε σπέρμα, ὡς ἐκ τῶν σπειρομένων καὶ ζῳογονουμένων δείκνυται· ἔστιν ἄρα αἴτιον. καὶ πάλιν εἰ ἔστι τι φύσις, ἔστι τι αἴτιον· τῶν γὰρ φυομένων ἢ ἐκπεφυκότων αἴτιόν ἐστιν ἡ φύσις. ὑπάρχει δὲ αὕτη, ὡς ἀπὸ τῶν ἀποτελεσμάτων συμφανές. ——τοίνυν εἰ ἔστι φύσις, ἔστι τι αἰτιον· ἀλλὰ μὴν τὸ πρῶτον· ἄρα τὸ δεύτερον. καὶ ἄλλως εἰ ἔστι τι ψυχή, ἔστιν αἴτιον· αὕτη γὰρ καὶ τοῦ ζῆν καὶ τοῦ θνήσκειν αἰτία γίνεται, τοῦ μὲν ζῆν παροῦσα, τοῦ δὲ θνῄσκειν χωριζομένη τῶν σωμάτων· ἔστι δέ γε ψυχή, φασίν, εἴγε καὶ ὁ λέγων μὴ εἶναι ψυχὴν αὐτῇ προσχρώμενος τοῦτο ἀποφαίνεται· ἔστιν ἄρα αἰτιον. πρὸς τούτοις εἰ ἔστι θεός, ἔστιν αἴτιον· οὗτος γὰρ ἦν ὁ τὰ ὅλα διοικῶν· ἔστι δέ γε κατὰ τὰς κοινὰς ἐννοίας τῶν ἀνθρώπων θεός· ἔστιν ἄρα αἴτιον· καίτοι κἂν μὴ θεὸς ὑπάρχῃ, ἔστιν αἴτιον· τὸ γὰρ μὴ εἶναι θεοὺς διά τινα αἰτίαν γίνεται· καὶ τῷ οὖν ὑπάρχειν θεὸν καὶ τῷ μὴ ὑπάρχειν ἐπ’ ἴσης ἀκολουθεῖ τὸ εἶναί τι αἴτιον. πολλῶν γε μὴν γεννωμένων καὶ φθειρομένων, αὐξομένων τε καὶ μειουμένων, κινουμένων τε καὶ ἀκινητιζόντων, ἐξ ἀνάγκης ὁμολογεῖν δεῖ τὸ εἶναί τινα τούτων αἴτια, τὰ μὲν γενέσεως τὰ δὲ φθορᾶς, καὶ τὰ μὲν αὐξήσεως τὰ δὲ μειώσεως καὶ ἤδη κινήσεως ἢ ἀκινησίας· σὺν τῷ κἂν μὴ ὑπάρχῃ ταῦτα τὰ ἀποτελέσματα, φαίνηται δὲ μόνον, πάλιν εἰσάγεσθαι τὴν ὕπαρξιν τῶν αἰτίων· τοῦ γὰρ φαίνεσθαι μὲν ἡμῖν αὐτὰ ὡς ὑποκείμενα, μὴ ὑποκεῖσθαι δέ, αἴτιόν τι καθέστηκεν. καὶ μὴν εἰ μηδέν ἐστιν αἴτιον, πάντα ἐκ παντὸς δεήσει γίνεσθαι καὶ ἐν παντὶ τόπῳ, ἔτι καὶ κατὰ πάντα καιρόν· ὅπερ ἄτοπον. εὐθέως γὰρ εἰ μηδέν ἐστιν αἴτιον, οὐδὲν τὸ κωλῦον ἐξ ἀνθρώπου ἵππον συνίστασθαι· [αἰτιον ἄρα τι ἔσται]. μηδενὸς δὲ ὄντος τοῦ κωλύοντος συστήσεταί ποτε ἐξ ἀνθρώπου ἵππος, καὶ οὕτως, εἰ τύχοι, ἐξ ἵππου φυτόν· κατὰ ταὐτὰ δὲ οὐκ ἀδύνατον ἔσται χιόνα μὲν ἐν Αἰγύπτῳ πήγνυσθαι, ἀβροχίαν δὲ ἐν Πόντῳ συμβαίνειν, καὶ τὰ μὲν τοῦ θέρους ἐν χειμῶνι γίγνεσθαι, τὰ δὲ τοῦ χειμῶνος ἐν θέρει συνίστασθαι· ὅθεν εἴπερ ᾧ ἕπεταί τι ἀδύνατον, καὶ αὐτὸ ἔσται ἀδύνατον, τῷ δὲ μὴ εἶναι αἴτιον ἕπεται πολλὰ τῶν ἀδυνάτων, ῥητέον καὶ τὸ μὴ εἶναι αἴτιον τῶν ἀδυνάτων ὑπάρχειν. ὅ τε λέγων μὴ εἶναι αἴτιον ἤτοι χωρὶς αἰτίας τοῦτο λέγει ἢ μετά τινος αἰτίας. καὶ εἰ μὲν χωρίς τινος αἰτίας, ἄπιστός ἐστιν, μετὰ τοῦ ἀκολουθεῖν αὐτῷ τὸ μὴ μᾶλλον τοῦτο ἀξιοῦν ἢ τὸ ἀντικείμενον τούτῳ, αἰτίας εὐλόγου μὴ προϋποκειμένης, δι’ ἥν φησιν ἀνύπαρκτον εἶναι τὸ αἴτιον· εἰ δὲ μετά τινος αἰτίας, περιτρέπεται, κὰν τῷ λέγειν μὴ εἶναί τι αἴτιον τίθησι τὸ εἶναί τι αἴτιον· ὅθιν καὶ ἀπὸ τῆς αὐτῆς δυνάμεως ἐρωτᾶν ἔξεστι καὶ τὸν ἐπὶ τοῦ σημείου καὶ τῆς ἀποδείξεως διὰ τῶν ἔμπροσθεν ἀποδοθέντα λόγον, ὃς ἔξει τὴν σύνταξιν τοιαύτην· εἰ ἔστι τι αἴτιον, ἔστιν αἰτιον· ἀλλὰ καὶ εἰ μὴ ἔστι τι αἰτιον, ἔστιν αἴτιον· ἤτοι δὲ ἔστιν ἢ οὐκ ἔστιν· ἔστιν ἄρα. τῷ τε γὰρ εἶναι αἰτιον ἀκολουθεῖ τὸ εἶναί τι αἴτιον, μὴ διαφέροντος παρὰ τὸ ἡγούμενον τοῦ λήγοντος, τῷ τε μηδὲν εἶναι αἴτιον ἀκολουθεῖ πάλιν τὸ εἶναί τι αἴτιον, ἐπείπερ ὁ λέγων μηδὲν εἶναι αἰτιον ὑπό τινος αἰτίας κινηθεὶς λέγει μηδὲν εἶναι αἴτιον. ὥστε καὶ τὸ διεζευγμένον πρὸς τοῖς δυσὶ συνημμένοις ἀληθὲς γίνεσθαι ἐξ ἀντικειμένων διεζευγμένον, καὶ τὴν ἐπιφορὰν τοῖς τοιούτοις λήμμασι συνεισάγεσθαι, καθὼς ἀνώτερον παρεμυθησάμεθα.