Ancient Greek · ~7 min
1.338 to 1.344
Chrysippus, Fragmenta Logica et Physica 1.338-344
Not analysed yet
Aëtius Plac. 11, 7. Οἱ Σωϊκοὶ τὸ πρῶτον αἴτιον ὡρίσαντο κινητόν. Simplicius in Aristot. Phys. p. 420, 6 Diels. ὅτι τισὶ δοκεῖ μὴ εἶναί τι κινοῦν ἀκίνητον, ἀλλὰ πᾶν τὸ κινοῦν κινεῖσθαι ——καὶ δῆλον ὅτι ταύτης εἰσὶ τῆς δόξης τῶν τε παλαιῶν φυσιολόγων ὅσοι σωματικὴν ἢ μίαν ἢ πλείους ὑπέθεντο τὴν ἀρχὴν, καὶ τῶν νέων οἱ Στωϊκοί. Aëtius Plac. I 11, 5. Οἱ Στωϊκοὶ πάντα τὰ αἴτια σωματικά· πνεύματα γάρ. Sextus adv. math. IX 211. εἴγε Στωϊκοὶ μὲν πᾶν αἴτιον σῶμά φασι σώματι ἀσωμάτου τινὸς αἴτιον γίνεσθαι, οἷον σῶμα μὲν τὸ σμιλίον, σώματι δὲ τῇ σαρκί, ἀσωμάτου δὲ τοῦ τέμνεσθαι κατηγορήματος, καὶ πάλιν σῶμα μὲν τὸ πῦρ, σώματι δὲ τῷ ξύλῳ, ἀσωμάτου δὲ τοῦ καίεσθαι κατηγορήματος. Simplicius in Aristot. categ. f. 77 B. ed. Bas. οὐδὲ ἔδει ἀπὸ τῶν ἐσχάτων ἄρχεσθαι ποιήσεων, λέγω δὴ τῶν κατὰ πληγὴν καὶ ὦσιν, οὐδὲ τοῖς Στωϊκοῖς συγχωρεῖν περὶ οὗ διατελοῦμεν αὐτοῖς διαφερόμενοι, ὡς τὸ ποιοῦν πελάσει τινὶ ποιεῖ καὶ ἅψει. βέλτιον γὰρ λέγειν ὡς οὐ πάντα πελάσει καὶ ἅψει ποιεῖ. Proclus in Plat. Parmen. Vol. V p. 74 ed Cousin. Τὸ δεύτερον τοίνυν ὁ τῆς σφραγῖδος τύπος Στωϊκῶν ὑποθέσεσι προσήκει ταῖς σωματικῶς λεγούσαις τὰ ποιοῦντα ποιεῖν καὶ τὰ πάσχοντα πάσχειν· ὠθισμοῦ γὰρ δεδέηται καὶ ἀντιτυπίας καὶ ἐπερείσεως καὶ οὐκ ἄλλως γέγονεν. Clemens Alexandrinus Stromat. VIII 9 (Vol. II p. 929 Pott.) . αἴτιον δὲ κυρίως λέγεται τὸ παρεκτικόν τινος ἐνεργητικῶς. ἐπεὶ καὶ τὸν σίδηρον τμητικόν φαμεν εἶναι οὐ μόνον ἐν τῷ τέμνειν, ἀλλὰ καὶ ἐν τῷ μὴ τέμνειν· οὕτως οὖν καὶ τὸ παρεκτικὸν ἄμφω σημαίνει, καὶ τὸ ἤδη ἐνεργοῦν, καὶ τὸ μηδέπω μέν, δυνάμει δὲ κεχρημένον τοῦ ἐνεργῆσαι.