Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.347
Not analysed yet
Clemens Alexandrinus Stromat. VIII 9 (Vol. II p. 930 Pott.) . τὸ δὲ αὐτὸ ἄρα αἴτιον καὶ ποιητικὸν καὶ δι’ ὅ. καὶ εἰ μὲν τί ἐστιν αἴτιον καὶ ποιητικόν, τοῦτο πάντως ἐστὶ καὶ δι’ ὅ, εἰ δέ τι ἐστὶ δι’ ὅ, οὐ πάντως τοῦτο καὶ αἰτιον. πολλὰ γοῦν ἐφ’ ἓν ἀποτέλεσμα συντρέχει, δι’ ἃ γίνεται τὸ τέλος, ἀλλ’ οὐκ ἔστι πάντα αἴτια· οὐ γὰρ ἂν ἐτεκνοκτόνησεν Μήδεια, εἰ μὴ ὠργίσθη· οὐδ’ ἂν ὠργίσθη, εἰ μὴ ἐζήλωσεν· οὐδὲ τοῦτο, εἰ μὴ ἠράσθη· οὐδὲ τοῦτο, εἰ μὴ Ἰάσων ἔπλευσεν εἰς Κόλχους· οὐδὲ τοῦτο, εἰ μὴ Ἀργὼ κατεσκευάσθη· οὐδὲ τοῦτο, εἰ μὴ τὰ ξύλα ἐκ τοῦ Πηλίου ἐτμήθη· ἐν τούτοις γὰρ ἅπασιν τοῦ δι’ ὃ τυγχάνοντος, οὐ πάντα τῆς τεκνοκτονίας αἴτια τυγχάνει, μόνη δὲ ἡ Μήδεια.