Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.348
Not analysed yet
Clemens Alexandrinus Stromat. VIII 9 (Vol II p. 932 Pott.) . ἔτι ζητεῖται, εἰ πολλὰ κατὰ σύνοδον ἑνὸς αἴτια γίνεται· ⟨καὶ τινὲς μὲν λέγουσιν ὅτι γίνεται⟩· πολλοὶ γὰρ ἄνθρωποι συνέλκοντες αἴτιοί εἰσι τοῦ καθέλκεσθαι τὴν ναῦν, ⟨οὐκ αὐτὸς ἕκαστος αἴτιος ὢν⟩ ἀλλὰ σὺν τοῖς ἄλλοις, εἰ δή τι καὶ τὸ συναίτιον αἴτιον. ἄλλοι δέ φασιν, εἰ πολλὰ αἴτια, κατ’ ἰδίαν ἕκαστον ἑνὸς αἰτιον γίνεται· τοῦ γοῦν εὐδαιμονεῖν ἑνὸς ὄντος αἴτιαι τυγχάνουσιν αἱ ἀρεταὶ πολλαὶ οὖσαι· καὶ τοῦ θερμαίνεσθαι καὶ τοῦ ἀλγεῖν ὁμοίως πολλὰ τὰ αἴτια. μή τι οὖν αἱ πολλαὶ ἀρεταὶ μία ἐστὶ κατὰ δύναμιν, καὶ τὰ θερμαίνοντα καὶ τὰ ἀλγύνοντα. καὶ τὸ πλῆθος δὲ τῶν ἀρετῶν κατὰ γένος ἓν τυγχάνον ἑνὸς αἴτιον γίνεται τοῦ εὐδαιμονεῖν. τῷ ὄντι δὲ προκαταρκτικὰ μὲν αἴτια ἑνὸς γίνεται πλείονα κατὰ γένος καὶ κατ’ εἶδος· καὶ κατὰ γένος μὲν τοῦ νοσεῖν ὁπωσοῦν, οἷον ψύξις, ἔκλυσις, κόπος, ἀπεψία, μέθη· κατ’ εἶδος δὲ τοῦ πυρετοῦ. τὰ δὲ συνεκτικὰ αἴτια κατὰ γένος μόνον, οὐκέτι δὲ καὶ κατ’ εἶδος. τοῦ γὰρ εὐωδιάζεσθαι κατὰ γένος ἑνὸς ὄντος πολλὰ τὰ αἰτια κατ’ εἶδος· οἷον λιβανωτός, ῥόδον, κρόκος, στύραξ, σμύρνα, μύρον· ⟨τοῦ δὲ εὐωδιάζεσθαι τοῦ κατ’ εἶδος οὐκέτι πολλά⟩· τὸ γὰρ ῥόδον οὐκ ἂν οὕτως εὐῶδες εἴη ὡς ἡ σμύρνα.