Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.350
Not analysed yet
Clemens Alexandrinus Stromat. VIII 9 (Vol. II p. 933 Pott.) . τὸ δὲ αὐτὸ τῶν ἐναντίων αἴτιον γίνεται, ποτὲ μὲν παρὰ τὸ μέγεθος τοῦ αἰτίου καὶ τὴν δύναμιν, ποτὲ δὲ παρὰ τὴν ἐπιτηδειότητα τοῦ πάσχοντος· παρὰ μὲν τὴν ποιὰν δύναμιν, ⟨οἷον⟩ ἡ αὐτὴ χορδὴ παρὰ τὴν ἐπίτασιν ἢ τὴν ἄνεσιν ὀξὺν ἢ βαρὺν ἀποδίδωσι τὸν φθόγγον· παρὰ δὲ τὴν ἐπιτηδειότητα τῶν πασχόντων, ⟨οἷον⟩ τὸ μέλι γλυκάζει μὲν τοὺς ὑγιαίνοντας, πικράζει δὲ τοὺς πυρέσσοντας· καὶ εἷς καὶ ὁ αὐτὸς οἶνος τοὺς μὲν εἰς ὀργήν, τοὺς δὲ εἰς διάχυσιν ἄγει· καὶ ὁ αὐτὸς ἥλιος τήκει μὲν τὸν κηρόν, ξηραίνει δὲ τὸν πηλόν.