Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.349
Not analysed yet
Clemens Alexandrinus Stromat. VIII 9 (Vol. II p. 932 Pott.) . ἀλλήλων οὐκ ἔστι τινὰ αἴτια, ἀλλήλοις δὲ αἴτια· ἡ γὰρ σπληνικὴ διάθεσις προϋποκειμένη οὐ πυρετοῦ αἴτιος, ἀλλὰ τοῦ γίνεσθαι τὸν πυρετόν, καὶ ὁ πυρετὸς προϋποκείμενος οὐ σπληνός, ἀλλὰ τοῦ αὔξεσθαι τὴν διάθεσιν. οὕτως καὶ αἱ ἀρεταὶ ἀλλήλαις αἴτιαι, τῷ μὴ χωρίζεσθαι διὰ τὴν ἀντακολουθίαν· καὶ οἱ ἐπὶ τῆς ψαλίδος λίθοι ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ μένειν κατηγορήματος, ἀλλήλων δὲ οὐκ εἰσὶν αἴτιοι· καὶ ὁ διδάσκαλος δὲ καὶ ὁ μανθάνων ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ προκόπτειν κατηγορήματος. λέγεται δὲ ἀλλήλοις αἴτια ποτὲ μὲν τῶν αὐτῶν, ὡς ὁ ἔμπορος καὶ ὁ κάπηλος ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ κερδαίνειν· ποτὲ δὲ ἄλλου καὶ ἄλλου, καθάπερ ἡ μάχαιρα καὶ ἡ σάρξ· ἡ μὲν γὰρ τῇ σαρκὶ τοῦ τέμνεσθαι, ἡ σὰρξ δὲ τῇ μαραίρᾳ τοῦ τέμνειν etc.