Ancient Greek · ~3 min
1.366 to 1.367
Chrysippus, Fragmenta Logica et Physica 1.366-367
Not analysed yet
Plutarchus praec. conjugalia cp. 34: Τῶν σωμάτων οἱ φιλόσοφοι (scil. Stoici) τὰ μὲν ἐκ διεστώτων λέγουσιν εἶναι καθάπερ στόλον καὶ στρατόπεδον, τὰ δ’ ἐκ συναπτομένων ὡς οἰκίαν καὶ ναῦν, τὰ δ’ ἡνωμένα καὶ συμφυᾶ καθάπερ ἐστὶ τῶν ζώων ἕκαστον. ——-δεῖ δὲ ὥσπερ οἱ φυσικοὶ τῶν ὑγρῶν λέγουσι δι’ ὅλων γενέσθαι τὴν κρᾶσιν, οὕτω etc. Plutarchus de defectu oraculorum cp. 29. οὐ γὰρ ἐνταῦθα μὲν ἔν συνίσταται σῶμα πολλάκις ἐκ διεστώτων σωμάτων, οἷον ἐκκλησία καὶ στράτευμα καὶ χορός· ὧν ἑκάστῳ καὶ ζῆν καὶ φρονεῖν καὶ μανθάνειν συμβέβηκεν, ὡς οἴεται Χρύσιππος· ἐν δὲ τῷ παντὶ δέκα κόσμους ——ἑνὶ χρῆσθαι λόγῳ ——ἀδύνατόν ἐστιν.