Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.368
Not analysed yet
Achilles Isagoge 14 p. 134 in Petav. Uranol. (Τί μὲν ἀστήρ, τί δὲ ἄστρον;) σώματα ἡνωμένα λέγεσθαι ὅσα ὑπὸ μιᾶς ἕξεως κρατεῖται, οἷον λίθος, ξύλον· ἔστι δὲ ἕξις πνεῦμα σώματος συνεκτικόν. συνημμένα δὲ ὅσα οὐχ ὑπὸ μιᾶς ἕξεως δέδεται, ὡς πλοῖον καὶ οἰκία· τὸ μὲν γὰρ ἐκ πολλῶν σανίδων, ἡ δὲ ἐκ πολλῶν λίθων σύγκειται. διεστῶτα δὲ ὡς χορός. τῶν δὲ τοιούτων διτταὶ αἱ διαφοραί. τὰ μὲν γὰρ ἐξ ὡρισμένων σωμάτων καὶ ἀριθμῷ ληπτῶν ὡς χορός, τὰ δὲ ἐξ ἀορίστων ὡς ὄχλος. εἴη οὖν ⟨ἂν⟩ ὁ μὲν ἀστὴρ σῶμα ἡνωμένον, τὸ δὲ ἄστρον ἐκ διεστώτων καὶ ὡρισμένων· ἀριθμὸς γὰρ ἀστέρων ἐφ’ ἑκάστου δείκνυται.