Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.369
Not analysed yet
Simplicius in Aristot. categ. f. 16 Δ ed. Bas. Οἱ δέ γε Στωϊκοὶ εἰς ἐλάττονα συστέλλειν ἀξιοῦσι τὸν τῶν πρώτων γενῶν ἀριθμόν. καὶ τινὰ ἐν τοῖς ἐλάττοσιν ὑπηλλαγμένα παραλαμβάνουσι. ποιοῦνται γὰρ τὴν τομὴν εἰς τέσσαρα· εἰς ὑποκείμενα καὶ ποιὰ καὶ πῶς ἔχοντα καὶ πρὸς τί πως ἔχοντα. καὶ δῆλον ὅτι πλεῖστα παραλείπουσιν. τό τε γὰρ ποσὸν ἄντικρυς, καὶ τὰ ἐν χρόνῳ καὶ ἐν τόπῳ. εἰ γὰρ τὸ πῶς ἔχον νομίζουσιν αὐτοῖς τὰ τοιαῦτα περιλαμβάνειν, ὅτι τὸ πέρυσιν ὂν ἢ τὸ ἐν Λυκείῳ ἢ τὸ καθῆσθαι ἢ τὸ ὑποδεδέσθαι διάκειταί πως κατά τι τούτων, πρῶτον μὲν πολλῆς οὔσης τῆς ἐν τούτοις διαφορᾶς ἀδιάρθρωτος ἡ τοῦ πῶς ἔχειν κοινότης ἐκφέρεται κατ’ αὐτῆς. ἔπειτα τὸ κοινὸν τοῦτο πῶς ἔχειν καὶ τῷ ὑποκειμένῳ ἁρμόσει καὶ τῷ ποσῷ μάλιστα. καὶ ταῦτα γὰρ διάκειταί πως.