Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.389
Not analysed yet
Simplicius in Aristot. categ. f. 56 Δ ed. Bas. Οἱ δὲ Στωϊκοὶ τῶν μὲν σωμάτων σωματικάς, τῶν δὲ ἀσωμάτων ἀσωμάτους εἶναι λέγουσι τὰς ποιότητας. σφάλλονται δὲ ἀπὸ τοῦ ἡγεῖσθαι τὰ αἴτια τοῖς ἀποτελουμένοις ἀφ’ ἑαυτῶν ὁμοούσια εἶναι καὶ ἀπὸ τοῦ κοινὸν λόγον τῆς αἰτίας ἐπί τε τῶν σωμάτων καὶ ἐπὶ τῶν ἀσωμάτων ὑποτίθεσθαι. πῶς δὲ καὶ πνευματικὴ ἡ οὐσία ἔσται τῶν σωματικῶν ποιοτήτων, αὐτοῦ τοῦ πνεύματος συνθέτου ὄντος καὶ ἐκ πλειόνων συνεστηκότος, μεριστοῦ τε ὑπάρχοντος καὶ ἐπίκτητον ἔχοντος τὴν ἕνωσιν, ὥστε οὐ κατ’ οὐσίαν ἔχειν τὸ συνηνῶσθαι οὐδὲ πρώτως ἀφ’ ἑαυτοῦ; πῶς οὖν ἂν τοῖς ἄλλοις τοῦτο παρέχοι τὸ συνέχεσθαι;