Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.390
Not analysed yet
Simplicius in Aristot. categ. f. 55 A ed. Bas. Καὶ εἰ ὁ Ἀριστοτέλης μὲν καὶ τὰ ἑκτὰ καὶ τὰς ἐνεργείας περὶ ἡμᾶς ἀπολείπει, οἱ δὲ ἐξ Ἀκαδημίας ἀμφότερα ἐκτός, οἱ δὲ Στωϊκοὶ τὰ μὲν ἑκτὰ περὶ ἡμᾶς, τὰ δὲ ἐνεργήματα καὶ τὰ ποιήματα ἐκτός, συγχέαντες τὰς δύο δόξας, συμφώνως ἑαυτῷ ὁ Ἀριστοτέλης συνῆψε τῇ ποιότητι τὸ ποιόν, ὡς ὄντα ἀμφότερα περὶ ἡμᾶς. τῶν δὲ Στωϊκῶν τινες, τριχῶς τὸ ποιὸν ἀφοριζόμενοι, τὰ μὲν δύο σημαινόμενα ἐπιπλέον τῆς ποιότητος λέγουσι· τὸ δὲ ἓν ἤτοι ἑνὸς μέρος συναπαρτίζειν αὐτῇ φασι. λέγουσι γὰρ ποιὸν καθ’ ἓν μὲν σημαινόμενον πᾶν τὸ κατὰ διαφοράν, εἴτε κινούμενον εἴη εἴτε ἐχόμενον· καὶ εἴτε δυσαναλύτως εἴτε εὐαναλύτως ἔχει. κατὰ τοῦτο δὲ οὐ μόνον ὁ φρόνιμος καὶ ὁ πὺξ προτείνων, ἀλλὰ καὶ ὁ τρέχων ποιοί. καθ’ ἕτερον δὲ καθ’ ὃ οὐκέτι τὰς κινήσεις περιελάμβανον, ἀλλὰ μόνον τὰς σχέσεις· ὃ δὴ καὶ ὡρίζοντο τὸ ἰσχόμενον κατὰ διαφοράν, οἷός ἐστιν ὁ φρόνιμος καὶ ὁ προβεβλημένος. καὶ τούτων δὲ τῶν ἐμμόνως ἰσχομένων κατὰ διαφορὰν οἱ μὲν ἀπηρτισμένως κατὰ τὴν ἐκφορὰν αὐτῶν καὶ τὴν ἐπίνοιαν εἰσὶ τοιοῦτοι, οἱ δὲ οὐκ ἀπηρτισμένως. καὶ τούτους μὲν παρῃτοῦντο· τοὺς δὲ ἀπαρτίζοντας καὶ ἐμμόνους ὄντας κατὰ διαφορὰν ποιοὺς ἐτίθεντο. ἀπαρτίζειν δὲ κατὰ τὴν ἐκφορὰν ἔλεγον τοὺς τῇ ποιότητι συνεξισουμένους, ὡς τὸν γραμματικὸν καὶ τὸν φρόνιμον. οὔτε γὰρ πλεονάζει οὔτε ἐλλείπει τούτων ἑκάτερος παρὰ τὴν ποιότητα· ὁμοίως δὲ καὶ ὁ φίλοψος καὶ ὁ φίλοινος. οἱ μέντοι περὶ τὰς ἐνεργείας τοιοῦτοι, ὥσπερ ὁ ὀψοφάγος καὶ ὁ οἰνόφλυξ, ἔχοντες μέρη τοιαῦτα, δι’ ὧν ἀπολαύουσιν, οὕτως λέγονται. διὸ καὶ εἰ μέν τις ὀψοφάγος, καὶ φίλοψος πάντως· εἰ δὲ φίλοψος, οὐ πάντως ὀψοφάγος. ἐπιλειπόντων γὰρ τῶν μερῶν δι’ ὧν ὀψοφαγεῖ, τῆς μὲν ὀψοφαγίας ἀπολέλυται, τὴν δὲ φίλοψον ἕξιν οὐκ ἀνῄρηκ. τριχῶς οὖν τοῦ ποιοῦ λεγομένου, ἡ ποιότης κατὰ τὸ τελευταῖον ποιὸν συναπαρτίζει πρὸς τὸ ποιόν. διὸ καὶ ὅταν ὁρίζωνται τὴν ποιότητα σχέσιν ποιοῦ, οὕτως ἀκουστέον τοῦ ὅρου, ὡς τοῦ τρίτου ποιοῦ παραλαμβανομένου. μοναχῶς μὲν γὰρ ἡ ποιότης λέγεται κατ’ αὐτοὺς τοὺς Στωϊκούς, τριχῶς δὲ ὁ ποιός.