Ancient Greek · ~11 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.413
Not analysed yet
Stobaeus Eclog. I p. 129, 1 W. Χρυσίππου. Περὶ δὲ τῶν ἐκ τῆς οὐσίας στοιχείων τοιαῦτά τινα ἀποφαίνεται, τῷ τῆς αἱρέσεως ἡγεμόνι Ζήνωνι κατακολουθῶν, τέτταρα λέγων εἶναι στοιχεῖα ⟨πῦρ, ἀέρα, ὕδωρ, γῆν, ἐξ ὧν συνίστασθαι πάντα καὶ ζῶα⟩ καὶ φυτὰ καὶ τὸν ὅλον κόσμον καὶ τὰ ἐν αὐτῷ περιεχόμενα καὶ εἰς ταῦτα διαλύεσθαι. τὸ δὲ ⟨πῦρ καὶ⟩ κατ’ ἐξοχὴν στοιχεῖον λέγεσθαι διὰ τὸ ἐξ αὐτοῦ πρώτου τὰ λοιπὰ συνίστασθαι κατὰ μεταβολὴν καὶ εἰς αὐτὸ ἔσχατον πάντα χεόμενα διαλύεσθαι, τοῦτο δὲ μὴ ἐπιδέχεσθαι τὴν εἰς ἄλλο χύσιν ἢ ἀνάλυσιν· [συνίστασθαι δὲ ἐξ αὐτοῦ τὰ λοιπὰ καὶ χεόμενα εἰς τοῦτο ἔσχατον τελευτᾶν· παρὸ καὶ στοιχεῖον λέγεσθαι, ὃ πρῶτον ἕστηκεν οὕτως, ὥστε σύστασιν διδόναι ἀφ’ αὑτοῦ καὶ αὐτὸ τῶν λοιπῶν χύσιν καὶ διάλυσιν δέχεσθαι εἰς αὑτό]. κατὰ μὲν τὸν λόγον τοῦτον αὐτοτελῶς λεγομένου τοῦ πυρὸς στοιχείου· οὐ μετ’ ἄλλου γάρ· κατὰ δὲ τὸν πρότερον καὶ μετ’ ἄλλων συστατικὸν εἶναι, πρώτης μὲν γιγνομένης τῆς ἐκ πυρὸς κατὰ σύστασιν εἰς ἀέρα μεταβολῆς, δευτέρας δ’ ἀπὸ τούτου εἰς ὕδωρ, τρίτης δ’ ἔτι μᾶλλον κατὰ τὸ ἀνάλογον συνισταμένου τοῦ ὕδατος εἰς γῆν. πάλιν δ’ ἀπὸ ταύτης διαλυομένης καὶ διαχεομένης πρώτη μὲν γίγνεται χύσις εἰς ὕδωρ, δευτέρα δ’ ἐξ ὕδατος εἰς ἀέρα, τρίτη δὲ καὶ ἐσχάτη εἰς πῦρ. Λέγεσθαι ⟨δὲ⟩ πῦρ τὸ πυρῶδες πᾶν καὶ ἀέρα τὸ ἀερῶδες καὶ ὁμοίως τὰ λοιπά. Τριχῶς δὴ λεγομένου κατὰ Χρύσιππον τοῦ στοιχείου, καθ’ ἕνα μὲν τρόπον τοῦ πυρός, διὰ τὸ ἐξ αὐτοῦ τὰ λοιπὰ συνίστασθαι κατὰ μεταβολὴν καὶ εἰς αὐτὸ λαμβάνειν τὴν ἀνάλυσιν· καθ’ ἕτερον δέ, καθὸ λέγεται τὰ τέσσαρα στοιχεῖα, πῦρ, ἀὴρ, ὕδωρ, γῆ (ἐπεὶ διὰ τούτων τινὸς ἢ τινῶν ἢ καὶ πάντων τὰ λοιπὰ συνέστηκε, διὰ μὲν τῶν τεττάρων, ὡς τὰ ζῷα καὶ τὰ ἐπὶ γῆς πάντα συγκρίματα, διὰ δυοῖν δέ, ὡς ἡ σελήνη διὰ πυρὸς καὶ ἀέρος συνέστηκε, δι’ ἑνὸς δὲ ὡς ὁ ἥλιος, διὰ πυρὸς γὰρ μόνου, ὁ γὰρ ἥλιος πῦρ ἐστιν εἰλικρινές), κατὰ τρίτον λόγον λέγεται στοιχεῖον **εἶναι ὃ πρῶτον συνέστηκεν οὕτως, ὥστε γένεσιν διδόναι ἀφ’ αὑτοῦ ὁδῷ μέχρι τέλους καὶ ἐξ ἐκείνου τὴν ἀνάλυσιν δέχεσθαι εἰς ἑαυτὸ τῇ ὁμοίᾳ ὁδῷ. Γεγονέναι δ’ ἔφησε καὶ τοιαύτας ἀποδόσεις περὶ στοιχείου, ὡς ἔστι τό τε δι’ αὑτοῦ εὐκινητότατον καὶ ἡ ἀρχὴ ⟨καὶ ὁ σπερματικὸς⟩ λόγος καὶ ἡ ἀΐδιος δύναμις φύσιν ἔχουσα τοιαύτην, ὥστε αὑτήν τε κινεῖν κάτω πρὸς [γῆν] τὴν τροπὴν καὶ ἀπὸ τῆς τροπῆς ἄνω πάντῃ κύκλῳ, εἰς αὑτήν τε πάντα καταναλίσκουσα καὶ ἀφ’ αὑτῆς πάλιν ἀποκαθιστᾶσα τεταγμένως καὶ ὁδῷ (Diels Arii Didymi epit. phys. fragm. 21). Cf. Probus ad Verg. p. 10, 33 K. Ex his (quattuor elementis) omnia esse postea effigiata Stoici tradunt Zenon Citieus et Chrysippus Solaeus et Cleanthes Assius, qui principem habuerunt Empedoclem Agrigentinum qui de his ita scribit: τέσσαρα δὴ πάντων ῥιζώματα πρῶτον ἔασιν etc.