Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.414
Not analysed yet
[Iustinus] de resurrect. 6. Φασί τοίνυν οἱ τοῦ κόσμου φυσικοὶ σοφοὶ λεγόμενοι τὸ πᾶν ὑπάρχειν οἱ μὲν ὕλην καὶ θεὸν ὡς Πλάτων ——οἱ δὲ τὰ τέσσαρα, πῦρ, ὕδωρ, ἀέρα, γῆν, ὥσπερ οἱ Στωϊκοί. ——Καὶ ὁ μὲν Πλάτων φησὶν ὑπὸ τοῦ θεοῦ τὰ πάντα ἐκ τῆς ὕλης γεγονέναι ——οἱ δὲ Στωϊκοὶ ἐκ τῶν τεσσάρων διήκοντος δι’ αὐτῶν τοῦ θεοῦ. ibidem paulo post: Ἀλλὰ μὴν κατὰ τοὺς Στωϊκούς, ἐκ τῆς τῶν τεσσάρων στοιχείων κράσεως γινομένου τοῦ σώματος, καὶ διαλυομένου τούτου εἰς τὰ τέσσαρα, παραμενόντων τούτων ἀφθάρτων, δυνατόν ἐστι πάλιν τὰ τέσσαρα στοιχεῖα, τὴν αὐτὴν μῖξιν καὶ κρᾶσιν λαβόντα ἀπὸ τοῦ διήκοντος δι’ αὐτῶν θεοῦ, ποιῆσαι ὃ πρότερον πεποιήκει σῶμα.