Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.426
Not analysed yet
Galenus de simplic. medicam. I 24. Vol. XI p. 423. τὸν ἀέρα τοίνυν οὐκ ἔστιν ὅστις οὐκ εἶπε λεπτομερῆ, τῷ καταθραύεσθαι δηλονότι ῥᾳδίως εἰς λεπτὰ μόρια καὶ διὰ πυκνοτάτων σωμάτων ἑτοίμως διέρχεσθαι. Ἢ εἴπερ ἐξ ἄλλου τινὸς ἐπιφέρουσιν αὐτῷ τὸ λεπτομερὲς ὄνομα, διδασκόντων ἡμᾶς σαφῶς. οὐ γὰρ δὴ ἐξ ὄγκων γε λεπτῶν, ὡς οἱ τῆς ἑτέρας αἱρέσεως εἴποιεν ἂν ἡγεμόνες, ἐροῦμεν καὶ ἡμεῖς συγκεῖσθαι τὸν ἀέρα. συνεχὴς γάρ ἐστιν καὶ εἷς ὅλος, οὐδαμόθι κενὸν ἐν ἑαυτῷ περιέχων οὐδέν. ἐν δὲ τοιαύτῃ φύσει σώματος ἡ λεπτομέρεια τῷ τάχει τῆς εἰς μικρὰ διαιρέσεως ἐπινοεῖται μόνῳ. ἀλλ’ εἴπερ διὰ τοῦτο λεπτομερὴς ὁ ἀήρ, οὐχ ἅπαν πῦρ ἔσται λεπτομερές. ἔστι μὲν γὰρ δήπου καὶ χαλκὸς καὶ σίδηρος καὶ λίθος καὶ ξύλον καὶ πᾶν ὅπερ ⟨ἂν⟩ ἀνθρακωθῇ πῦρ, οὐ μὴν λεπτομερέστερον νῦν ἢ πρόσθεν. αἱ μέντοι φλόγες, ἕτερόν τι γένος πυρός, ὄντως εἰσὶ λεπτομερεῖς etc.