Ancient Greek · ~3 min
1.427 to 1.428
Chrysippus, Fragmenta Logica et Physica 1.427-428
Not analysed yet
Galenus de simplic. medic. IV 2. Vol. XI p. 626 K. ἀλλ’ ἀὴρ μὲν ἐκπυρωθεὶς φλὸξ γίγνεται, γῆ δὲ ἄνθραξ, τὸ δ’ ὕδωρ δέχεται μὲν ἰσχυρὰν θερμασίαν, ἀλλ’ οὔτε φλὸξ οὔτ’ ἄνθραξ γίνεται, διὰ τὴν σύμφυτον ὑγρότητα. φλὸξ μὲν γὰρ καὶ ἄνθραξ εἴδη πυρός etc. Galenus de simplic. medicam. I 14. Vol. XI p. 405 K. λέγω δὲ ἀραιὰν (οὐσίαν), ἧς τὰ μόρια διαλαμβάνεται χώραις κεναῖς, ἐπισταμένων ἡμῶν δηλονότι καὶ μεμνημένων ἀεί, πῶς λέγεται χώρα κενὴ πρὸς τῶν ἡνῶσθαι φασκόντων τὴν οὐσίαν, ὅτι μὴ καθάπερ Ἐπικούρῳ καὶ Ἀσκληπιάδῃ δοκεῖ, ἀλλ’ ἔστιν ἀέρος πλήρης ἐν ἅπασι τοῖς ἀραιοῖς σώμασιν ἡ κενὴ χώρα.