Ancient Greek · ~12 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.430.1
Not analysed yet
idem de primo frigido cp. 9 p. 948d. ἐπεὶ τὸ πῦρ θερμὸν ἅμα καὶ λαμπρόν ἐστι, δεῖ τὴν ἀντικειμένην τῷ πυρὶ φύσιν ψυχράν τε εἷναι καὶ σκοτεινήν· ἀντίκειται γὰρ ὡς τῷ λαμπρῷ τὸ ζοφερόν, οὕτω τῷ θερμῷ τὸ ψυχρόν· ἔστι γὰρ ὡς ὄψεως τὸ σκοτεινόν, οὕτω τὸ ψυχρὸν ἁφῆς συγχυτικόν· ἡ δὲ θερμότης διαχεῖ τὴν αἴσθησιν τοῦ ἁπτομένου, καθάπερ ἡ λαμπρότης τοῦ ὁρῶντος. τὸ ἄρα πρώτως σκοτεινὸν ἐν τῇ φύσει πρώτως καὶ ψυχρόν ἐστιν. -ὅτι δὲ ἀὴρ τὸ πρώτως σκοτεινόν ἐστιν, οὐδὲ τοὺς ποιητὰς λέληθεν· ἀέρα γὰρ τὸ σκότος καλοῦσιν· Ἀὴρ γὰρ παρὰ νηυσὶ βαθὺς ἧν, οὐδὲ σελήνη οὐρανόθεν προὔφαινεν. (ι 143) καὶ πάλιν· Ἠέρα ἑσσάμενοι πᾶσαν φοιτῶσιν ἐπ’ αἶαν (Hes. Op. et. D. 255) καὶ πάλιν Αὐτίκα δ’ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὁμίχλην, ἠέλιος δ’ ἐπέλαμψε· μάχη δ’ ἐπὶ πᾶσι φαάνθη (P 649) καὶ γὰρ κνέφας τὸν ἀφώτιστον ἀέρα καλοῦσιν, κενὸν ὡς ἔοικε φάους ὄντα· καὶ νέφος· ὁ συμπεσὼν καὶ πυκνωθεὶς ἀὴρ ἀποφάσει φωτὸς κέκληται· καλεῖται δὲ καὶ ἀχλὺς καὶ ὁμίχλη, καὶ ὅσα τοῦ φωτὸς οὐ παρέχει τῇ αἰσθήσει δίοψιν, ἀέρος εἰσὶ διαφοραί· καὶ τὸ ἀειδὲς αὐτοῦ καὶ ἄχρωστον Ἁΐδης καὶ Ἀχέρων ἐπίκλησιν ἔσχεν. ὥσπερ οὖν αὐγῆς ἐπιλιπούσης σκοτεινὸς ἀήρ, οὕτω θερμοῦ μεταστάντος τὸ ἀπολειπόμενον ἀὴρ ψυχρός, ἄλλο δὲ οὐδέν ἐστι· διὸ καὶ τάρταρος οὕτως ὑπὸ ψυχρότητος κέκληται· δηλοῖ δὲ καὶ Ἡσίοδος εἰπών· -τάρταρον ἠερόεντα· (Hesiod. Theog. 119) καὶ τὸ ῥιγοῦντα πάλλεσθαι καὶ τρέμειν ταρταρίζειν. ταῦτα μὲν οὖν τοιοῦτον ἔχει λόγον. cp. 10. Ἐπεῖ δὲ ἡ φθορὰ μεταβολή τίς ἐστι τῶν φθειρομένων εἰς τοὐναντίον ἑκάστῳ, σκοπῶμεν εἰ καλῶς εἴρηται τὸ Πυρὸς θάνατος ἀέρος γένεσις. Θνήσκει γὰρ καὶ πῦρ, ὥσπερ ζῷον, ἢ βίᾳ σβεννύμενον ἢ δι’ αὑτοῦ μαραινόμενον. ἡ μὲν οὖν σβέσις ἐμφανεστέραν ποιεῖ τὴν εἰς ἀέρα μεταβολὴν αὐτοῦ· καὶ γὰρ ὁ καπνὸς ἀέρος ἐστὶν εἶδος, καὶ ἡ κατὰ Πίνδαρον, Ἀέρα κνισᾶντι λακτίζοισα καπνῷ λιγνὺς καὶ ἀναθυμίασις. οὐ μὴν ἀλλὰ καὶ φθινούσης ἀτροφίᾳ φλογὸς ἰδεῖν ἔστιν, ὥσπερ ἐπὶ τῶν λύχνων, τὸ ἄκρον εἰς ἀέρα καὶ γνοφώδη καὶ ζοφερὸν ἀποχεόμενον. ἱκανῶς δὲ καὶ ὁ τῶν μετὰ λουτρὸν ἢ πυρίαν περιχεαμένων ψυχρὸν ἀνιὼν ἀτμὸς ἐνδείκνυται τὴν εἰς ἀέρα τοῦ θερμοῦ φθειρομένου μεταβολήν, ὡς φύσει πρὸς τὸ πῦρ ἀντικείμενον· ᾧ τὸ πρώτως τὸν ἀέρα σκοτεινὸν εἶναι καὶ ψυχρὸν ἠκολούθει. cp. 11. Καὶ μὴν ἁπάντων γε τῶν γινομένων ὑπὸ ψυχρότητος ἐν τοῖς σώμασι σφοδρότατον καὶ βιαιότατον ἡ πῆξις οὖσα, πίθος μέν ἐστιν ὕδατος, ἔργον δὲ ἀέρος· αὐτὸ μὲν γὰρ καθ’ ἑαυτὸ τὸ ὕδωρ εὐδιάχυτον καὶ ἀπαγὲς καὶ ἀσύστατόν ἐστιν, ἐντείνεται δὲ καὶ συνάγεται τῷ ἀέρι σφιγγόμενον ὑπὸ ψυχρότητος· διὸ καὶ λέλεκται, Εἰ δὲ νότος βορέην προκαλέσσεται, αὐτίκα νίψει· Τοῦ γὰρ νότου καθάπερ ὕλην τὴν ὑγρότητα παρασκευάσαντος ὁ βόρειος ἀὴρ ὑπολαβὼν ἔπηξε. καὶ δῆλόν ἐστι μάλιστα περὶ τὰς χιόνας, ἀέρα γὰρ μεθεῖσαι καὶ προαναπνεύσασαι λεπτὸν καὶ ψυχρὸν οὕτω ῥέουσιν· Ἀριστοτέλης δὲ καὶ τὰς ἀκόνας τοῦ μολίβδου τήκεσθαί φησι καὶ ῥεῖν ὑπὸ κρύους καὶ χειμῶνος, ὕδατος μόνου πλησιάζοντος αὐταῖς· ὁ δὲ ἀήρ, ὡς ἔοικε, συνελαύνων τὰ σώματα τῇ ψυχρότητι καταθραύει καὶ ῥήγνυσιν. Similes argumentationes cp. 12 continentur.