Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.429
Not analysed yet
Plutarchus de Stoic. repugmn. cp. 43 p. 1053f. Τὸν ἀέρα φύσει ζοφερὸν εἶναι λέγει, καὶ τούτῳ τεκμηρίῳ χρῆται τοῦ καὶ ψυχρὸν εἶναι πρώτως· ἀντικεῖσθαι γὰρ αὐτοῦ τὸ μὲν ζοφερὸν πρὸς τὴν λαμπρότητα, τὸ δὲ ψυχρὸν πρὸς τὴν θερμότητα τοῦ πυρός. Ταῦτα κινῶν ἐν τῷ πρώτῳ τῶν Φυσικῶν ζητημάτων πάλιν ἐν τοῖς etc. idem de primo frigido cp. 17 p. 952c. ἐπεὶ δὲ καὶ Χρύσιππος οἰόμενος τὸν ἀέρα πρώτως ψυχρὸν εἶναι, διότι καὶ σκοτεινόν, ἐμνήσθη μόνον τῶν πλέον ἀφεστάναι τὸ ὕδωρ τοῦ αἰθέρος ἢ τὸν ἀέρα λεχόντων, καὶ πρὸς αὐτοῦς τι βουλόμενος εἰπεῖν Οὕτω μὲν ἄν, ἔφη, καὶ τὴν γῆν ψύχρὰν εἶναι πρώτως λέγοιμεν, ὅτι τοῦ αἰθέρος ἀφέστηκε πλεῖστον, ὡς ἀδόκιμόν τινα παντελῶς τοῦτον καὶ ἄτοπον ἀποῤῥίψας τὸν λόγον, ἐγώ μοι δοκῶ μηδὲ τὴν γῆν ἄμοιρον εἰκότων καὶ πιθανῶν ἀποφαίνειν, ποιησάμενος ἀρχὴν ᾧ μάλιστα Χρύσιππος ὑπὲρ τοῦ ἀέρος κέχρηται· τί δὲ τοῦτό ἑστι; τὸ κοτεινὸν ὄντα πρώτως ⟨εἶναι καὶ ψυχρὸν πρώτως⟩.