Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.433
Not analysed yet
Galenus in Hippocr. Epidem. VI comment. IV Vol. XVII B. p. 161 K. Λαμπρὸν γὰρ φαίνεται τὸ καθαρὸν ὕδωρ οὐκ αὐγῆς τινος ἔξωθεν ἐμπιπτούσης εἰς αὐτὸ λαμπρᾶς, ἀλλὰ κατὰ τὴν ἀλλοίωσιν, ἣν ἐκ τοῦ προσπίπτοντος ἔχει φωτός, ὥσπερ γε καὶ αὐτὸς ὁ ἀήρ. οὐδὲ γὰρ οὐδ’ οὗτός ἐστι κατὰ τὴν αὑτοῦ φύσιν λαμπρός· πάντως ⟨γὰρ⟩ ἂν ἦν καὶ νύκτωρ τοιοῦτος. ἀλλὰ τοῖς ἄνω πέρασιν αὐτοῦ προσπιπτούσης τῆς ἡλιακῆς αὐγῆς ὅλος ἀλλοιοῦταί τε καὶ μεταβάλλεται συνεχὴς ὢν ἑαυτῷ τὸ δὲ κενὰς εἶναί τινας χώρας ἢ κατὰ τὸ ὕδωρ ἢ κατὰ τὸν ἀέρα, τῇ μὲν Ἐπικούρου τε καὶ Ἀσκληπιάδου δόξῃ περὶ τῶν στοιχείων ἀκόλουθόν ἐστιν· τῇ δ’ Ἀριστοτέλους τε καὶ ⟨τῶν⟩ Στωϊκῶν ἐναντίον, οὐδαμόθι κενὸν οὐδὲν ἐν τῷ κόσμῳ πεπεισμένων ὑπάρχειν, ἀλλ’ ἐκπεπληρῶσθαι πάντα σώμασιν. οὐδὲ γὰρ κατὰ τὴν κίσσηριν αἱ μεταξὺ τῶν γεωδῶν σωμάτων χῶραι παντάπασιν αὐτοῖς εἶναι δοκοῦσι κεναί. περιέχεσθαι γοῦν ἐν αὐταῖς τὸν ἀέρα φασί. κατὰ μέντοι τὸ ὕδωρ οὐκ εἶναί τινα ποροποιΐαν τοιαύτην ὁποία κατὰ τὴν κίσσηρίν ἐστιν, ἀλλὰ συνεχὲς ἑαυτῷ παντοίως ὑπάρχειν αὐτό. Plutarchus de facie in orbe lunae cp. 18 p. 930f. αὐτὸν δὲ τὸν. ἀέρα λέγουσιν οὐκ ἀποῤῥοίαις τισὶν οὐδὲ ἀκτῖσι μεμιγμέναις, ἀλλὰ τροπῇ καὶ μεταβολῇ κατὰ νύξιν ἢ ψαῦσιν ἐξηλιοῦσθαι.