Ancient Greek · ~4 min
1.434 to 1.437
Chrysippus, Fragmenta Logica et Physica 1.434-437
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 42 p. 1053e. Τὸν ἀέρα ποτὲ μὲν ἀνωφερῆ καὶ κοῦφον εἶναί φησι ——-Ἐν μὲν οὖν τῷ δευτέρῳ περὶ Κινήσεως τό τε πῦρ, ἀβαρὲς ὄν, ἀνωφερὲς εἶναι λέγει, καὶ τούτῳ παραπλησίως τὸν ἀέρα, τοῦ μὲν ὕδατος τῇ γῇ μᾶλλον προσνεμομένου, τοῦ δ’ ἀέρος τῷ πυρί. Plutarchus de Stoic. repugn. cp. 42 p. 1053e. Ἐν δὲ ταῖς Φυσικαῖς Τέχναις ἐπὶ τὴν ἑτέραν ῥέπει δόξαν, ὡς μήτε βάρος ἐξ αὑτοῦ, μήτε κουφότητα τοῦ ἀέρος ἔχοντος. Scholia Pind. Olymp. I 1 p. 22B. τῇ τῶν φιλοσόφων ἑπόμενος γνώμῃ, οἳ φυσικώτερον κινηθέντες ἐκ τοῦ ὕδατος ἔφασαν καὶ τὰ ἄλλα τρία στοιχεῖα συνίστασθαι· τὸ μὲν γὰρ αὐτοῦ, τὸ λεπτομερές, ἀέρα λέγουσι γίνεσθαι, τὸ δὲ παχύτερον εἰς ἑαυτὸ συνιστάμενον γῆν, ἀποτελεῖν δὲ ἀπολεπτυνόμενον τὸν διάπυρον αἰθέρα πῦρ. Philo de incorrupt. mund. 225, 5 B. Χάος δ’ ὁ μὲν Ἀριστοτέλης τόπον οἴεται εἶναι, ὅτι τὸ δεξόμενον ἀνάγκη προϋποκεῖσθαι σώματι, τῶν δὲ Στωϊκῶν ἔνιοι τὸ ὕδωρ, παρὰ τὴν χύσιν τοὔνομα πεποιῆσθαι νομίζοντες. Cf. I n. 103. 104 (Zeno)