Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.440
Not analysed yet
Galenus περὶ πλήθους 3 Vol. VII p. 526 K. ὅπως τοίνυν ἀναγκαῖόν ἐστιν εἰς ἄτοπον τὸν λόγον ἀχθῆναι, θεμένων ἡμῶν ἅπαν τὸ ὂν δεῖσθαι συνεκτικῆς αἰτίας, ἤδη σοι δίειμι. τὴν συνεκτικὴν αἰτίαν, ἥτις ποτ’ ἐστίν (οὐ γὰρ ὁμολογοῦσιν αὐτὴν οἱ Ἡροφίλειοι γιγνώσκειν), ἆρά γε ἐκ τῶν ὄντων τὶ καὶ αὐτοὶ ὑπολαμβάνουσιν ἢ τῶν οὐκ ὄντων; εἰ μὲν γὰρ τῶν οὐκ ὄντων τι, θαυμάζω τὴν σοφίαν τῶν ἀνδρῶν, εἰ καὶ τῶν ὄντων ἕκαστον δεῖσθαί φασι τῶν οὐκ ὄντων τινός· εἰ δὲ τῶν ὄντων τίθενται τὴν συνεκτικὴν αἰτίαν, ἀναμνησθήτωσαν, ὡς ἅπαν τὸ ὂν ἔφασαν αἰτίας δεῖσθαι συνεκτικῆς εἰς τὸ εἶναι. συμβήσεται γὰρ οὕτως καὶ αὐτὴν τὴν αἰτίαν αἰτίας ἑτέρας, ἵνα ὑπάρχῃ, δεηθῆναι, κἀκείνην αὖθις ἄλλης καὶ τοῦτο εἰς ἄπειρον. εἰ δὲ τῶν ὄντων τὰ μὲν ἑτέρου τινὸς αἰτίου δεῖσθαι πρὸς τὸ εἶναι, τὰ δὲ ἐξ αὑτῶν ἔχειν τὸ εἶναι φήσουσι, πρῶτον μὲν ἴστωσαν οὐκέτι διαφυλάττοντες τὸ ἐξ ἀρχῆς ἀξίωμα. ——δεύτερον δὲ μακροτάτου χρῄζοντες λόγου διὰ τί τὰ μὲν δεῖται, τὰ δὲ οὐ δεῖται, ἢ καὶ ὁποῖα ἐκ τούτων αὐτῶν ἐστιν ἑκάτερα. οὐδὲ γὰρ οὐδ’ οἱ πολλοὶ τῶν Ἡροφιλείων οὐδ’ οἱ νεώτεροι Στωϊκοὶ λέγουσί τινα ἀπόδειξιν τοῦ τὸ μὲν πνεῦμα καὶ τὸ πῦρ συνέχειν ἑαυτό τε καὶ τὰ ἄλλα, τὸ δὲ ὕδωρ καὶ τὴν γῆν ἑτέρου δεῖσθαι τοῦ συνέξοντος. ὅσον μὲν γὰρ ἐπὶ τῇ προχείρῳ φαντασίᾳ τὸ μὲν σκληρὸν καὶ ἀντίτυπον καὶ πυκνὸν ἑαυτὸ συνέχειν ⟨ἂν⟩ λέγοιτο, τὸ δ’ ἀραιόν τε καὶ μαλακὸν καὶ ὑπεῖκον ἑτέρου δεῖσθαι τοῦ συνέξοντος. οὐ μόνον δὲ οὐδεμίαν ἀπόδειξιν εἰπόντες οἱ ἄνδρες ἀξιοῦσι πιστεύεσθαι τὴν ὑπόθεσιν αὐτῶν, ἀλλὰ καὶ πρὸς ἑαυτὴν ὑποτιθέμενοι μαχομένην οὐκ ἔτι αἰσθάνονται. τὰ γὰρ ἁπάντων λεπτομερέστερα καὶ μαλακώτερα καὶ εἰκτικώτερα, τὸ πῦρ καὶ ⟨τὸν⟩ ἀέρα, ταῦτ’ αἴτια τῇ γῇ τῆς σκληρότητός τε καὶ ἀντιτυπίας εἶναί φασιν, ὡς ἐνδεχόμενον ἕτερον ἑτέρῳ τινὶ μεταδοῦναι δυνάμεως ἢ φύσεως ἢ ἐνεργείας ἢ ποιότητος, ἧς οὐ μετείληφεν αὐτό. καὶ γὰρ αὖ καὶ φαίνεται σαφῶς οὐ μόνον οὐδὲν ὑπὸ τοῦ πυρὸς συνεχόμενον, ἀλλὰ καὶ διαλυόμενα πάντα. πρὸς μὲν δὴ τὴν τῶν Στωϊκῶν ὑπόθεσιν ἑτέρωθι λέλεκται διὰ πλειόνων.