Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.441
Not analysed yet
Alexander Aphrod. de mixtione p. 223, 25 Bruns. τούτου δ’ οὕτως ἔχοντος, πῶς ἂν ἔτι ἀληθὲς εἴη, τὸ πᾶν ἡνῶσθαί τε καὶ συνέχεσθαι, πνεύματός τινος διὰ παντὸς διήκοντος αὐτοῦ; ἔπειτα δ’ εὔλογον μὲν ἦν, ὁμοίαν τὴν ὑπὸ τοῦ πνεύματος συνοχὴν γινομένην ἐν πᾶσιν εἶναι τοῖς σώμασιν· οὐχ οὕτως δ’ ἔχει. τῶν γὰρ σωμάτων τὰ μέν ἐστι συνεχῆ, τὰ δὲ διωρισμένα. διὸ εὐλογώτερον, ἕκαστον αὐτῶν ὑπὸ τοῦ οἰκείου εἲδους συνέχεσθαί τε καὶ ἡνῶσθαι λέγειν πρὸς ἑαυτό, καθ’ ὅ ἐστιν αὐτῶν ἑκάστῳ τὸ εἶναι, τὴν ⟨δὲ⟩ συμπάθειαν αὐτῶν σῴζεσθαι τὴν πρὸς ἄλληλα διά τε τὴν τῆς ὕλης κοινωνίαν καὶ τὴν τοῦ περικειμένου θείου σώματος αὐτῷ φύσιν ἢ τῷ διὰ τοῦ πνεύματος δεσμῷ τίς γὰρ καὶ ὁ τόνος τοῦ πνεύματος, ὑφ’ οὗ συνδούμενα τήν τε συνέχειαν ἔχει τὴν πρὸς τὰ οἰκεῖα μέρη καὶ συνῆπται τοῖς παρακειμένοις; βιαζόμενον μὲν γὰρ ὑπό τινος τὸ πνεῦμα, διὰ τὴν πρὸς τοῦτο εὐφυΐαν, τῷ μηδεμίαν ἀντίβασιν ἔχειν τῷ κινοῦντι δι’ εὐπάθειαν δύνασθαι, ὑπὸ τῆς ἀθρόας κινήσεως ἰσχύν τινα λαμβάνει· εὐπαθὲς δὲ ὂν κατὰ τὴν οἰκείαν φύσιν, ὑγρόν ἐστι καὶ εὐδιαίρετον, ὡς καὶ τῶν ἄλλων, ἐν οἷς ἂν ᾖ τοῦτο μεμιγμένον, κατὰ τοῦτο μάλιστά [τε καὶ] ῥᾴστην γίνεσθαι τὴν διαίρεσιν. -καὶ γὰρ εἰ τοῦ μὴ διαπίπτειν, ἀλλὰ συμμένειν τὰ σώματα αἴτιον τὸ συνέχον αὐτὰ πνεῦμα, τὰ διαπίπτοντα τῶν σωμάτων δῆλον ὡς οὐκ ἂν ἔχοι τὸ πνεῦμα τὸ συνδέον. πῶς δ’ ἂν τὴν ἀρχὴν ἡ διαίρεσις σῴζοιτο τῶν σωμάτων, εἴ γε ἡ μὲν διαίρεσις χωρισμός ἐστι τῶν ἡνωμένων, μένει δὲ κατ’ αὐτοὺς [τῶν] ἡνωμένα ὁμοίως ἀλλήλοις πάντα, κἂν διαιρεθῇ. πῶς δ’ οὐκ ἂν ἀπεμφαίνοι τὸ τὰ παρακείμενα ἀλλήλοις καὶ ῥᾳδίως ἀλλήλων χωρίζεσθαι δυνάμενα ὑπ⟨ὸ τ⟩αὐτοῦ καὶ ὁμοίως ἀλλήλοις ἡνῶσθαι λέγειν τοῖς συνεχέσι τε οὖσι καὶ χωρὶς διαιρέσεως μὴ δυναμένοις [τινὸς] ἀλλήλων χωρισθῆναί ποτε.