Ancient Greek · ~4 min
1.46 to 1.48
Chrysippus, Fragmenta Logica et Physica 1.46-48
Not analysed yet
Galenus de libris propriis 11. Vol. XIX p. 40 K. ἀλλήλοις μὲν λέγω διαφέρεσθαι τοὺς φιλοσόφους ἐν τῇ λογικῇ θεωρίᾳ, τοὺς Περιπατητικούς τε καὶ Στωϊκοὺς καὶ Πλατωνικούς· ἑαυτῶν δὲ πάλιν ἰδίᾳ τοὺς καθ’ ἑκάστην αὐτῶν· μικρὰ μὲν δή πώς ἐστιν ἡ παρὰ τοῖς Περιπατητικοῖς διαφωνία, μεγάλη δὲ παρὰ τοῖς Στωϊκοῖς καὶ Πλατωνικοῖς. Galenus de differentia pulsuum II 4. Vol. VIII 578. οὐδὲ γὰρ εὖρον τοὔνομα παρά τινι τῶν Ἐλλήνων· ὥστε οὐδὲ καθ’ οὗ τέτακται πράγματος ὑπ’ Ἀρχιγένους ἐπίσταμαι, καὶ ταῦτα μηδὲ γράψαντος αὐτοῦ βιβλίον περὶ τῆς ἰδίας διαλέκτου, καθάπερ Χρύσιππος ὑπὲρ ὧν ἔθετο κατὰ τὴν διαλεκτικὴν ὀνομάτων. Diog. Laërt. VII 41. τὸ δὲ λογικὸν μέρος φασὶν ἔνιοι εἰς δύο διαιρεῖσθαι ἐπιστήμας, εἰς ῥητορικὴν καὶ εἰς διαλεκτικήν. ——42. τήν τε ῥητορικὴν ἐπιστήμην οὖσαν τοῦ εὖ λέγειν περὶ τῶν ἐν διεξόδῳ λόγων καὶ τὴν διαλεκτικὴν τοῦ ὀρθῶς διαλέγεσθαι περὶ τῶν ἐν ἐρωτήσει καὶ ἀποκρίσει λόγων· ὅθεν καὶ οὕτως αὐτὴν ὁρίζονται· ἐπιστήμην ἀληθῶν καὶ ψευδῶν καὶ οὐδετέρων.