Ancient Greek · ~5 min
1.460 to 1.464
Chrysippus, Fragmenta Logica et Physica 1.460-464
Not analysed yet
Plutarchus de virtute morali cp. 12 p. 451 b. καθόλου δὲ τῶν ὄντων αὐτοί τέ φασι (scil. Stoici antiquiores) καὶ δῆλόν ἐστιν, ὅτι τὰ μὲν ἕξει διοικεῖται, τὰ δὲ φύσει, τὰ δ’ ἀλόγῳ ψυχῇ, τὰ δὲ καὶ λόγον ἐχούσῃ καὶ διάνοιαν. Dexippus in Aristot. categ. p. 50, 31 Busse. θαυμάζω δὲ τῶν Στωϊκῶν χωριζόντων τὰς ἕξεις ἀπὸ τῶν ἑκτῶν. ἀσώματα γὰρ μὴ παραδεχόμενοι καθ’ ἑαυτά, ὅταν ἐρεσχελεῖν δέον ᾖ, ἐπὶ τὰς τοιαύτας διαλήψεις ἔρχονται. Galenus de nat. facult. II 3. Vol. II p. 82K. ἡ γὰρ διαπλάττουσα τὰ μόρια φύσις ἐκείνη καὶ κατὰ βραχὺ προσαύξουσα πάντως δήπου καὶ δι’ ὅλων αὐτῶν ἐκτέταται· καὶ γὰρ ὅλα δι’ ὅλων, οὐκ ἔξωθεν μόνον, αὐτὰ διαπλάττει τε καὶ τρέφει καὶ προσαύξει. ——οὐδὲν γάρ ἐστιν ἄψαυστον αὐτῇ μέρος οὐδ’ ἀνεξέργαστον οὐδ’ ἀκόσμητον. Galenus in Hippocr. de nat. hom. lib. I Vol. XV p. 32K. ἔνιοι μὲν γὰρ τὰς τέτταρας ποιότητας μόνας κεράννυσθαι δι’ ὅλων ἀλλήλαις, ἔνιοι δὲ τὰς οὐσίας ἀπεφήναντο, Περιπατητικοὶ μὲν τῆς προτέρας δόξης προστάντες, Στωϊκοὶ δὲ τῆς δευτέρας. Galenus de elementis sec. Hippocr. I 9. Vol. I p. 489 K. καὶ μὲν δὴ καὶ ὅπως δι’ ὅλων κεράννυται τὰ κεραννύμενα, πότερον τῶν ποιοτήτων μόνον, ὡς Ἀριστοτέλης ὑπέλαβεν, ἢ καὶ τῶν σωματικῶν οὐσιῶν δι’ ἀλλήλων ἰουσῶν, οὐκ ἀναγκαῖον ἐπίστασθαι τοῖς ἰατροῖς.