Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.465
Not analysed yet
Plutarchus de comm. not. cp. 37 p. 1077e. παρὰ τὴν ἔννοιάν ἐστι σῶμα σώματος εἶναι τόπον καὶ σῶμα χωρεῖν διὰ σώματος, κενὸν μηδετέρου περιέχοντος, ἀλλὰ τοῦ πλήρους εἰς τὸ πλῆρες ἐνδυομένου καὶ δεχομένου τὸ ἐπιμιγνύμενον τοῦ διάστασιν οὐκ ἔχοντος οὐδὲ χώραν ἐν αὑτῷ διὰ τὴν συνέχειαν· οἱ δ’ οὐχ ἓν εἰς ἓν οὐδὲ δύο οὐδὲ τρία ⟨ἢ⟩ καὶ δέκα συνωθοῦντες, ἀλλὰ πάντα μέρη τοῦ κόσμου κατακερματισθέντος ἐμβάλλοντες εἰς ἓν ὅ, τι ἂν τύχωσι, καὶ τοὐλάχιστον αἰσθητὸν οὐ φάσκοντες ἐπιλείψειν ἐπιὸν τῷ μεγίστῳ, νεανιεύονται etc. p. 1078 b. ἀνάγκη γάρ, εἰς ἄλληλα χωρούντων τῷ κεράννυσθαι, μὴ θάτερον μὲν περιέχειν, περιέχεσθαι δὲ θάτερον, καὶ τὸ μὲν δέχεσθαι, τὸ δ’ ἐνυπάρχειν· οὕτω γὰρ οὐ κρᾶσις, ἁφὴ δὲ καὶ ψαῦσις ἔσται τῶν ἐπιφανειῶν, τῆς μὲν ἐντὸς ὑποδυομένης, τῆς δ’ ἐκτὸς περιεχούσης, τῶν δ’ ἄλλων μερῶν ἀμίκτων καὶ καθαρῶν ἐνδιαφερομένων· ἀλλ’ ἀνάγκη, γιγνομένης ὥσπερ ἀξιοῦσι τῆς ἀνακράσεως, ἐν ἀλλήλοις τὰ μιγνύμενα γίγνεσθαι καὶ ταὐτὸν ὁμοῦ τῷ ἐνυπάρχειν περιέχεσθαι καὶ τῷ δέχεσθαι περιέχειν θάτερον. καὶ μηδέτερον αὐτῶν αὖ πάλιν δυνατὸν εἶναι, συμβαίνει ⟨δʼ⟩ ἀμφότερα, τῆς κράσεως δι’ ἀλλήλων διιέναι καὶ μηδὲν ἔτι λείπεσθαι μηδενὸς μόριον ἀλλὰ ⟨πᾶν⟩ παντὸς ἀναπίμπλασθαι βιαζομένης.