Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.473.1
Not analysed yet
Alexander Aphrod. de mixtione p. 216, 14 Bruns. ἔστι δὲ ἡ Χρυσίππου δόξα περὶ κράσεως ἥδε· ἡνῶσθαι μὲν ὑποτίθεται τὴν σύμπασαν οὐσίαν, πνεύματός τινος διὰ πάσης αὐτῆς διήκοντος, ὑφ’ οὗ συνέχεταί τε καὶ συμμένει καὶ συμπαθές ἐστιν αὑτῷ τὸ πᾶν· τῶν δὲ μιγνυμένων ἐν αὐτῇ σωμάτων, τὰς μὲν παραθέσει μίξεις γίνεσθαι λέγει δύο τινῶν ἢ καὶ πλειόνων οὐσιῶν εἰς ταὐτὸν συντεθειμένων καὶ παρατιθεμένων ἀλλήλαις, ὥς φησιν, καθ’ ἁρμήν, σῳζούσης ἑκάστης αὐτῶν ἐν τῇ τοιαύτῃ παραθέσει κατὰ τὴν περιγραφὴν τὴν οἰκείαν οὐσίαν τε καὶ ποιότητα, ὡς ἐπὶ κυάμων, φέρε εἰπεῖν, καὶ πυρῶν ἐν τῇ παρ’ ἀλλήλους θέσει γίνεται. τὰς δέ τινας συγχύσει, δι’ ὅλων τῶν τε οὐσιῶν αὐτῶν καὶ τῶν ἐν αὐταῖς ποιοτήτων συμφθειρομένων ἀλλήλαις, ὡς γίνεσθαί φησιν ἐπὶ τῶν ἰατρικῶν φαρμάκων, κατὰ σύμφθαρσιν τῶν μιγνυμένων ἄλλου τινὸς ἐξ αὐτῶν γεννωμένου σώματος. τὰς δέ τινας γίνεσθαι μίξεις λέγει, δι’ ὅλων τινῶν οὐσιῶν τε καὶ τῶν τούτων ποιοτήτων ἀντιπαρεκτεινομένων ἀλλήλαις μετὰ τοῦ τὰς ἐξ ἀρχῆς οὐσίας τε καὶ ποιότητας σῴζειν ἐν τῇ μίξει τῇ τοιᾷδε· ἥν τινα τῶν μίξεων κρᾶσιν ἰδίως εἶναι λέγει. τὴν γὰρ δύο ἢ καὶ πλειόνων τινῶν σωμάτων ὅλων δι’ ὅλων ἀντιπαρέκτασιν ἀλλήλοις οὕτως ὡς σῴζειν ἕκαστον αὐτῶν ἐν τῇ μίξει τῇ τοιαύτῃ τήν τε οἰκείαν οὐσίαν καὶ τὰς ἐν αὐτῇ ποιότητας λέγει κρᾶσιν εἶναι μόνην τῶν μίξεων· εἶναι γὰρ ἴδιον τῶν κεκραμένων τὸ δύνασθαι χωρίζεσθαι πάλιν ἀπ’ ἀλλήλων, ὃ μόνως γίνεσθαι τῷ σῴζειν ἐν τῇ μίξει τὰ κεκραμένα τὰς αὑτῶν φύσεις. -Τὸ δὲ ταύτας τὰς διαφορὰς εἶναι τῆς μίξεως, πειρᾶται πιστοῦσθαι διὰ τῶν κοινῶν ἐννοιῶν, μάλιστα δὲ κριτήρια τῆς ἀληθείας φησὶν ἡμᾶς παρὰ τῆς φύσεως λαβεῖν ταύτας. ἄλλην γοῦν φαντασίαν ἔχειν ἡμᾶς τῶν καθ’ ἁρμὴν συγκειμένων καὶ ἄλλην τῶν συγκεχυμένων τε καὶ συνεφθαρμένων καὶ ἄλλην τῶν κεκραμένων τε καὶ ἀλλήλοις δι’ ὅλων ἀντιπαρεκτεινομένων οὕτως ὡς σῴζειν ἕκαστον αὐτῶν τὴν οἰκείαν φύσιν· ἣν διαφορὰν φαντασιῶν οὐκ ἂν εἴχομεν, εἰ πάντα τὰ ὁπωσοῦν μιγνύμενα παρέκειτο ἀλλήλοις καθ’ ἁρμήν. τὴν δὲ τοιαύτην ἀντιπαρέκτασιν τῶν κιρναμένων ὑπολαμβάνει γίνεσθαι χωρούντων δι’ ἀλλήλων τῶν κιρναμένων σωμάτων, ὡς μηδὲν μόριον ἐν αὐτοῖς εἶναι μὴ μετέχον πάντων τῶν ἐν τῷ τοιούτῳ μίγματι· οὐκέτι γὰρ ἄν, εἰ μὴ τοῦτο εἴη, κρᾶσιν ἀλλὰ παράθεσιν τὸ γινόμενον εἶναι. -Τοῦ δὲ τοῦτο οἴεσθαι γίνεσθαι πίστεις φέρουσιν οἱ προϊστάμενοι τῆσδε τῆς δόξης τό τε πολλὰ τῶν σωμάτων σῴζειν τὰς ἑαυτῶν ποιότητας ἐπί τ’ ἐλαττόνων ἐναργῶν ὄγκων καὶ ἐπὶ μειζόνων ὄντα· ὡς ὁρᾶν ἔστιν ἐπὶ τοῦ λιβανωτοῦ, ὃς ἐν τῷ θυμιᾶσθαι λεπτυνόμενος ἐπὶ πλεῖστον τὴν αὑτοῦ φυλάσσει ποιότητα· ἔτι τε πολλὰ εἶναι, ἃ καθ’ ἑαυτὰ μὴ οἷά τε ὄντα ἐπί τι ἐλθεῖν μέγεθος ὑπ’ ἄλλων βοηθούμενα ἐπ’ αὐτὸ πρόεισι· τὸν γοῦν χρυσὸν ὑπό τινων μιγνυμένων φαρμάκων ἐπὶ πλεῖστον χεῖσθαί τε καὶ λεπτύνεσθαι, ἐφ’ ὅσον καθ’ αὑτὸν ἐλαυνόμενος οὐκ ἐδύνατο. Καὶ ἡμεῖς δέ, ἃ καθ’ αὑτοὺς ὄντες οὐκ ἔσμεν οἷοί τε ἐνεργεῖν, σὺν ἄλλοις ἐνεργοῦμεν. τούς τε γὰρ ποταμοὺς διαβαίνομεν ἀλλήλων ἐφαπτόμενοι, οὓς οὐχ οἷοί τε ἐσμὲν διαβαίνειν καθ’ αὑτούς, καὶ βάρη τινὰ φέρομεν μετ’ ἄλλων, ὧν τὸ ἐπιβάλλον ἡμῖν μέρος, μόνοι γενόμενοι, φέρειν οὐ δυνάμεθα. καὶ ἄμπελοι δὲ καθ’ αὑτὰς ἵστασθαι μὴ δυνάμεναι, ἀνίστανται ἀλλήλαις ἐμπλεκόμεναι· ὧν οὕτως ἐχόντων οὐδέν φασι θαυμαστὸν τὸ καὶ σώματά τινα βοηθούμενα ὑπ’ ἀλλήλων οὕτως ἀλλήλοις ἑνοῦσθαι δι’ ὅλων, ὡς αὐτὰ σῳζόμενα μετὰ τῶν οἰκείων ποιοτήτων ἀντιπαρεκτείνεσθαι ἀλλήλοις δι’ ὅλων ὅλα, κἂν ᾖ τινα ἐλάττω τὸν ὄγκον καὶ μὴ δυνάμενα καθ’ αὑτὰ ἐπὶ τοσοῦτον χεῖσθαί τε καὶ σῴζειν τὰς οἰκείας ποιότητας· οὕτω γὰρ καὶ τὸν κύαθον τοῦ οἴνου κιρνᾶσθαι τῷ ὕδατι τῷ πολλῷ, βοηθούμενον ὑπ’ αὐτοῦ εἰς τὴν ἐπὶ τοσοῦτον ἔκτασιν. -Τοῦ δὲ τοῦθ’ οὕτως ἔχειν ὡς ἐναργέσι χρῶνται μαρτυρίοις τῷ τε τὴν ψυχήν, ἰδίαν ὑπόστασιν ἔχουσαν, ὥσπερ καὶ τὸ δεχόμενον αὐτὴν σῶμα, δι’ ὅλου τοῦ σώματος διήκειν, ἐν τῇ μίξει τῇ πρὸς αὐτὸ σῴζουσαν τὴν οἰκείαν οὐσίαν· οὐδὲν γὰρ ψυχῆς ἄμοιρον τοῦ τὴν ψυχὴν ἔχοντος σώματος. ὁμοίως δὲ ἔχειν καὶ τὴν τῶν φυτῶν φύσιν, ἀλλὰ καὶ τὴν ἕξιν ἐν τοῖς συνεχομένοις ὑπὸ τῆς ἕξεως. Ἀλλὰ καὶ τὸ πῦρ ὅλον δι’ ὅλου χωρεῖν τοῦ σιδήρου λέγουσιν, σῴζοντος αὐτῶν ἑκατέρου τὴν οἰκείαν οὐσίαν. καὶ τῶν στοιχείων δέ φασι τῶν τεσσάρων τὰ δύο, τό τε πῦρ καὶ τὸν ἀέρα, λεπτομερῆ τε καὶ κοῦφα καὶ εὔτονα ὄντα διὰ τῶν δύο, γῆς τε καὶ ὕδατος, παχυμερῶν καὶ βαρέων καὶ ἀτόνων ὄντων, διαπεφοιτηκέναι ὅλα δι’ ὅλων, σῴζοντα τὴν οἰκείαν φύσιν καὶ συνέχειαν αὐτά τε καὶ ἐκεῖνα. δηλητήριά τε τὰ φθείροντα καὶ τὰς ὀσμάς, ὅσαι τοιαῦται, ἡγοῦνται κιρνᾶσθαι τοῖς ὑπ’ αὐτῶν πάσχουσιν ὅλα δι’ ὅλων παρατιθέμενα. Καὶ τὸ φῶς δὲ τῷ ἀέρι ὁ Χρύσιππος κιρνᾶσθαι λέγει. Καὶ αὕτη μὲν ἡ περὶ κράσεως δόξα Χρυσίππου τε καὶ τῶν κατ’ αὐτὸν φιλοσοφούντων.