Ancient Greek · ~1 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.474
Not analysed yet
Alexander Aphrod. de mixtione p. 221, 16 Bruns. εἰ δὲ τὰ συγκεχυμένα τε καὶ συνεφθαρμένα οὐχ οἷόν τε αὐτὰ σῴζεσθαι, οὐδ’ ἂν ἔξεις σῴζοιντο αὐτῶν, εἴ γε ἓν μέν τι τὸ γεγονὸς ἐκ τῶν συγκεχυμένων τε καὶ σύνεφθαρμένων, ἀνάγκη δὲ τὸ ἓν σῶμα ὑπὸ μιᾶς, ὥς φασιν, ἕξεως συνέχεσθαι.