Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.475
Not analysed yet
Alexander Aphrod. de mixtione p. 226, 34 Bruns. Ταῦτα μὲν εἰπεῖν προήχθην διὰ τοὺς ἀντιλέγοντας μὲν Ἀριστοτέλει περὶ τοῦ πέμπτου σώματος καὶ τοῖς μόνοις κατ’ ἀξίαν τῶν θείων εἰρημένοις ἐνίστασθαι πειρωμένους διὰ φιλοτιμίαν, τῆς δὲ ἀτοπίας τῶν ὑφ’ αὑτῶν λεγομένων μηδὲ τὴν ἀρχὴν συνιέντας, οἷς καὶ τὰ κυριώτατα καὶ μέγιστα τῶν κατὰ φιλοσοφίαν δογμάτων ἤρτηται καὶ τὴν κατασκευὴν ἀπὸ τοῦ θαυμαστοῦ δόγματος ἔχει τοῦ σῶμα χωρεῖν διὰ σώματος. Ὅ τε γὰρ περὶ κράσεως αὐτοῖς λόγος οὐκ ἐν ἄλλῳ τινί. ἀλλὰ καὶ τὰ περὶ ψυχῆς ὑπ’ αὐτῶν λεγόμενα ἐντεῦθεν ἤρτηται. ἥ τε πολυθρύλητος αὐτοῖς εἱμαρμένη καὶ ἡ τῶν πάντων πρόνοια δὲ ⟨ἐντεῦθεν⟩ τὴν πίστιν λαμβάνουσιν. ἔτι τε ὁ περὶ ἀρχῶν τε καὶ θεοῦ ⟨λόγος⟩ καὶ ἡ τοῦ παντὸς ἕνωσίς τε καὶ συμπάθεια πρὸς αὑτό. πάντα γὰρ αὐτοῖς ταῦτ’ ἐστὶν ὁ διὰ τῆς ὕλης διήκων θεός. τοῦτο δέ, τὸ σῶμα χωρεῖν διὰ σώματος, ἐξ οὗ σχεδὸν ἁπάσης τῆς φυσιολογίας ἀνήρτηται αὐτοῖς τὰ πείσματα παρά τε τὰς κοινὰς προλήψεις λεγομένου καὶ παρὰ τὰς ἁπάντων δόξας τῶν φιλοσόφων, τὴν πίστιν κατ’ αὐτοὺς λαμβάνει ὡς ἂν ἀπὸ ἐναργοῦς τοῦ τὸν σίδηρον ὅταν ᾖ πεπυρωμένος [μὲν] μὴ αὐτὸν ἐξάπτεσθαί τε καὶ πυροῦσθαι λέγειν ὁμοίως τοῖς, οἷς ὕλῃ τὸ πῦρ ⟨χρῆται⟩, ἀλλὰ διὰ παντὸς αὐτοῦ χωρεῖν τὸ πῦρ ὑπολαμβάνειν μετὰ τῆς ὕλης ἐκείνης, ἐφ’ ἧς ὂν γειτνιᾶσαν τῷ σιδήρῳ ἐθερμηνέ τε καὶ ἐξῆψεν αὐτόν.