Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.477
Not analysed yet
Alexander Aphrod. de anima libri mant. p. 139, 30 Bruns. Τὸ σῶμα διὰ σώματος διήκειν, εἰ μὲν ὡς ἐχόντων κενὰ τῶν σωμάτων ——ἄλλος ὁ λόγος ——εἰ δὲ μὴ διὰ κενῶν (οὐδὲ γὰρ εἶναί φασιν κενὸν ἐν τῷ κόσμῳ οἷς τοῦτο ἀρέσκει) ἀλλὰ μεστόν τι ὂν αὑτοῦ σῶμα ἄλλο δεξάμενον αὑτοῦ σῶμα κἀκεῖνο μεστὸν ὂν ὁμοίως ἐν αὑτῷ οὐδὲν ηὐξήθη, ἀλλ’ ἔμεινεν ἐν τῷ αὐτῷ τόπῳ, τί δή ποτε τόδε μὲν τὸ σῶμα δέξεται ἐν αὑτῷ ἄλλο σῶμα, τόδε δὲ οὔ etc. 140, 10. ἔτι εἰ ὅλα ὅλοις παρεκτείνεται καὶ τὰ βραχύτατα τοῖς μεγίστοις μέχρι τῆς ἐσχάτης ἐπιφανείας, ὃν κατέχει τὸ ἓν τόπον, τὸ συναμφότερον καθέξει. 140, 20. εἰ δὲ ὧν ὁ τόπος ἴσος, καὶ αὐτὰ ἴσα, τά τε ἐξ ὧν τὸ συναμφότερον ἴσα ἀλλήλοις ἔσται, καὶ τὸ συναμφότερον ἑκατέρῳ αὐτῶν· καὶ ὁ κύαθος ἄρα τοῦ οἴνου εἰς πέλαγος ἐκχυθεὶς ἴσος ἔσται τῷ πελάγει, καὶ τὸ πέλαγος μετὰ τοῦ κυάθου τῷ κυάθῳ μόνῳ. τὸ γὰρ λέγειν ὅτι τῇ δυνάμει οὐκ ἴσον, οὐδὲν πρὸς τὸν λόγον. ἀρκεῖ γὰρ εἰς τὴν τοῦ προκειμένου δεῖξιν τὸ κατὰ τὸ ποσὸν ἴσα αὐτὰ πεφυκέναι. ἔτι τε οὐδὲν μᾶλλον τὸ πῦρ διὰ τοῦ σιδήρου δίεισιν ἢ ὁ σίδηρος διὰ τοῦ πυρός· καὶ γὰρ καὶ ἡ ψυχὴ διὰ τοῦ σώματος καὶ ἡ φύσις διὰ τῶν φυτῶν καὶ ἡ ἕξις διὰ τῶν ἄλλων σωμάτων, καὶ ἀνάπαλιν ταῦτα δι’ ἐκείνων. οὐδὲν γὰρ τὸ λεπτότερόν τι εἶναι καὶ παχύτερον εἰς τοῦτο συντελεῖ, εἴγε ἀμφότερα ὁμοίως ἐστὶ πλήρη. ——ἔτι τίς αἰτία, δι’ ἣν ἐκ τινῶν μὲν μιγνυμένων ὁ ὄγκος γίνεται μείζων, ἐκ τινῶν δὲ ὁ αὐτὸς μένει; τὸ γὰρ λέγειν τὸν σίδηρον παχύτερον γεγονέναι τῇ μίξει τοῦ πυρὸς παράλογον.