Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.478
Not analysed yet
Plotinus Ennead. II lib. VII 1 (Vol. I p. 127 Mü.) . οἱ δ’ αὖ (scil. οἱ τὴν δι’ ὅλων κρᾶσιν εἰσάγοντες) τέμνεσθαι μὲν καὶ μὴ εἰς τομὰς ἀναλίσκεσθαι λέγειν ἂν δύναιντο, καὶ δι’ ὅλων τῆς κράσεως γιγνομένης· ἐπεὶ καὶ τοὺς ἱδρῶτας οὐ τοῦ σώματος τομὰς ποιεῖν οὐδ’ αὖ κατατετρῆσθαι φήσονσι. καὶ γὰρ εἴ τις λέγοι μηδὲν κωλύειν τὴν φύσιν οὕτω πεποιηκέναι τοῦ διέναι τοὺς ἱδρῶτας χάριν, ἀλλ’ ἐπὶ τῶν τεχνητῶν, ὅταν λεπτὰ ᾖ καὶ συνεχῆ, ὁρᾶσθαι τὸ ὑγρὸν δι’ ὅλου δεῦον[τα] αὐτὰ καὶ διαῤῥεῖν ἐπὶ θάτερα τὸ ὑγρόν. ἀλλὰ σωμάτων ὄντων πῶς οἷόν τε τοῦτο γίγνεσθαι, ὡς διϊέναι μὴ τέμνοντα, ἐπινοῆσαι οὐ ῥᾴδιον· τέμνοντα δὲ κατὰ πᾶν ἀναιρήσει ἄλληλα δηλονότι. τὰς δὲ αὔξας ὅταν λέγωσι μὴ γίγνεσθαι πολλαχοῦ, διδόασι τοῖς ἑτέροις ἀέρων ἐξόδους αἰτιᾶσθαι. πρός τε τὴν τῶν τόπων αὔξησιν χαλεπῶς μέν, ὅμως δὲ τί κωλύει λέγειν, συνεισφερομένου ἑκατέρου σώματος καὶ τὸ μέγεθος μετὰ τῶν ἄλλων ποιοτήτων, ἐξ ἀνάγκης τὴν αὔξην γίγνεσθαι· μὴ γὰρ μηδὲ τοῦτο ἀπόλλυσθαι, ὥσπερ οὐδὲ τὰς ἄλλας ποιότητας· καὶ ὥσπερ ἐκεῖ ποιότητος ἄλλο εἶδος μικτὸν ἐξ ἀμφοῖν, οὕτω καὶ μέγεθος ἄλλο [οὖ] δὴ τὸ μῖγμα ποιεῖ, τὸ ἐξ ἀμφοῖν μέγεθος. ——τὸ δὲ ἔλαττον διὰ παντὸς τοῦ μείζονος καὶ ⟨διὰ⟩ μεγίστου τὸ μικρότατον [καὶ] ἐφ’ ὧν φανερὸν ὅτι κίρναται (ἐπὶ γὰρ τῶν ἀδήλων ἔξεστι λέγειν, μὴ εἰς πᾶν φθάνειν) ἀλλ’ ἐφ’ ὧν γε φανερῶς συμβαίνει, λέγοιεν ἂν ἐκτάσεις τῶν ὄγκων, οὐ σφόδρα πιθανὰ λέγοντες, εἰς τοσοῦτον τὸν σμικρότατον ὄγκον ἐκτείνοντες. οὐδὲ γὰρ μεταβάλλοντες τὸ σῶμα μέγεθος αὐτῷ πλέον διδόασιν, ὥσπερ εἰ ἐξ ὕδατος ἀὴρ γίγνοιτο. τοῦτο δὲ αὐτὸ ἐφ’ αὑτοῦ ζητητέον, τί συμβαίνει ὅταν ὅσπερ ἦν ὄγκος ὕδατος ἀὴρ γίγνηται ⟨καὶ⟩ πῶς τὸ μεῖζον ἐν τῷ γενομένῳ.