Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.481
Not analysed yet
Alexander Aphrod. de mixtione p. 213, 2 Bruns. πῶς δ’ ἂν παραδέξαιτό τις τὸ ἐν τῇ τοιαύτῃ κράσει τῶν σωμάτων ἕκαστον τῶν κιρναμένων φυλάττειν δύνασθαι τὴν οἰκείαν ἐπιφάνειαν, ὡς ὁμοῦ μὲν μηδὲ τὸ τυχὸν αὐτοῦ μόριον εἶναι καθ’ αὑτὸ κεχωρισμένον θατέρου, ὁμοῦ δὲ φυλάττειν ἕκαστον αὐτῶν τὴν ἐπιφάνειαν τὴν ἑαυτοῦ, ἣν εἶχε καὶ πρὸ τῆς κράσεως; τοῦτο γὰρ ὑπεραίρει καὶ τὰς ἐν τοῖς μύθοις παραδοξολογίας, ὃ τίθησι Χρύσιππος, ὡς ὂν ἐν τούτῳ τὸ δύνασθαι τὰ κεκραμένα χωρίζεσθαι πάλιν. Cf. p. 220, 37. εἰ μὲν γὰρ ὅλα δι’ ὅλων τὰ κεκραμένα μέμικται καὶ μηδέτερον αὐτῶν ἐν τῷ μίγματι ἄμικτον θατέρου μόριον ἔχει, ἀδύνατον αὐτῶν ἑκάτερον ὑπὸ ἰδίας ἐπιφανείας περιέχεσθαι.