Ancient Greek · ~2 min
1.479 to 1.480
Chrysippus, Fragmenta Logica et Physica 1.479-480
Not analysed yet
Diogenes Laërt. VII 151. Καὶ τὰς κράσεις δὲ διόλου γίνεσθαι, καθά φησιν ὁ Χρύσιππος ἐν τῇ τρίτῃ τῶν φυσικῶν, καὶ μὴ κατὰ περιγραφὴν καὶ παράθεσιν· καὶ γὰρ εἰς πέλαγος ὀλίγος οἶνος βληθεὶς ἐπὶ ποσὸν ἀντιπαρεκταθήσεται, εἶτα συμφθαρήσεται. Plutarchus de comm. not. cp. 37 p. 1078e. Καὶ ταῦτα προσδέχεται Χρύσιππος εὐθὺς ἐν τῷ πρώτῳ τῶν Φυσικῶν Ζητημάτων οὐδὲν ἀπέχειν φάμενος, οἴνου σταλαγμὸν ἕνα κεράσαι τὴν θάλατταν, καὶ ἵνα δὴ μὴ τοῦτο θαυμάζωμεν, εἰς ὅλον, φησί, τὸν κόσμον διατενεῖν τῇ κράσει τὸν σταλαγμόν.