Ancient Greek · ~1 min
1.522 to 1.523
Chrysippus, Fragmenta Logica et Physica 1.522-523
Not analysed yet
Aëtius Plac. II 1, 7. Οἱ Στωϊκοὶ διαφέρειν τὸ πᾶν καὶ τὸ ὅλον· πᾶν μὲν γὰρ εἶναι τὸ σὺν τῷ κενῷ τῷ ἀπείρῳ, ὅλον δὲ χωρὶς τοῦ κενοῦ τὸν κόσμον. Achilles Isagoge 5 p. 129 Petav. Uranol. τὸ δὲ πᾶν τοῦ ὅλου παρὰ τοῖς Στωϊκοῖς διαφέρει. ὅλον μὲν γὰρ λέγουσι τὸν κόσμον· πᾶν δὲ μετὰ τοῦ κενοῦ.