Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.524
Not analysed yet
Sextus adv. math. IX 332. καὶ δὴ οἱ μὲν ἀπὸ τῆς Στοᾶς φιλόσοφοι διαφέρειν ὑπολαμβάνουσι τὸ ὅλον καὶ τὸ πᾶν· ὅλον μὲν γὰρ εἶναι λέγουσι τὸν κόσμον, πᾶν δὲ τὸ σὺν τῷ κόσμῳ ἔξωθεν κενόν, καὶ διὰ τοῦτο τὸ μὲν ὅλον πεπερασμένον εἶναι, πεπέρασται γὰρ ὁ κόσμος, τὸ δὲ πᾶν ἄπειρον, τοιοῦτον γὰρ τὸ ἐκτὸς τοῦ κόσμου κενόν. [336. οἱ δὲ Στωϊκοὶ οὔτε ἕτερον τοῦ ὅλου τὸ μέρος οὔτε τὸ αὐτό φασιν ὑπάρχειν· ἡ γὰρ χεὶρ οὔτε ἡ αὐτὴ τῷ ἀνθρώπῳ ἐστίν, οὐ γάρ ἐστιν ἄνθρωπος, οὔτε ἑτέρα παρὰ τὸν ἄνθρωπον· σὺν αὐτῇ γὰρ ὁ ἄνθρωπος νοεῖται ἄνθρωπος.]