Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.525
Not analysed yet
Plutarchus de comm. not. cp. 30 p. 1073d. καθόλου μὲν ἄτοπον καὶ παρὰ τὴν ἔννοιάν ἐστιν εἶναι μέν τι, μὴ ὂν δ’ εἶναι· καὶ ⟨ἄλλα δʼ⟩ εἶναι μέν, οὐκ ὄντα δὲ εἶναι λεγόντων, ἀτοπώτατόν ἐστι τὸ ἐπὶ τοῦ παντὸς λεγόμενον. κενὸν γὰρ ἄπειρον ἔξωθεν τῷ κόσμῳ περιθέντες οὔτε σῶμα τὸ πᾶν οὔτ’ ἀσώματον εἶναι λέγουσιν. ἕπεται δὲ τούτῳ τὸ μὴ ὂν εἶναι τὸ πᾶν· ὄντα γὰρ μόνα τὰ σώματα καλοῦσιν, ἐπειδὴ ὄντος τὸ ποιεῖν τι καὶ πάσχειν, τὸ δὲ πᾶν οὐκ ὄν ἐστιν· ὥστε οὔτε τι ποιήσει οὔτε τι πείσεται τὸ πᾶν. p. 1074a. ὥστ’ ἀνάγκη λέγειν αὐτοῖς ὅπερ λέγουσι μήτε μένον εἶναι τὸ πᾶν μήτε κινούμενον ibid. 6. τὸ πᾶν ὁμολογοῦντες μήτ’ ἔμψυχον εἶναι μήτ’ ἄψυχον ibid. οὔτοι δὲ τέλειον οὔ φασιν εἶναι τὸ πᾶν· ὡρισμένον γάρ τι τὸ τέλειον, τὸ δὲ πᾶν ὑπ’ ἀπειρίας ἀόριστον· οὐκοῦν ἔστι τι κατ’ αὐτούς, ὃ μήτ’ ἀτελὲς μήτε τέλειόν ἐστιν. ἀλλὰ μὴν οὔτε μέρος ἐστὶ τὸ πᾶν· οὐδὲν γὰρ αὐτοῦ μεῖζον· οὔθ’ ὅλον, ὡς αὐτοὶ λέγουσι. τεταγμένου γὰρ τὸ ὅλον κατηγορεῖσθαι, τὸ δὲ πᾶν δι’ ἀπειρίαν καὶ ἀόριστον εἶναι καὶ ἄτακτον. αἴτιον τοίνυν οὔτε τοῦ παντὸς ἕτερόν ἐστι, τῷ μηδὲν εἶναι παρὰ τὸ πᾶν ἕτερον, οὔτ’ ἄλλου τὸ πᾶν ἀλλ’ οὐδ’ ἑαυτοῦ. ποιεῖν γὰρ οὐ πέφυκε, τῷ δὲ ποιεῖν τὸ αἴτιον νοεῖται.