Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.534
Not analysed yet
Cleomedes Circul. doctr. I cp. 1 p. 1 Bake. Οὐ μὴν ἄπειρός γε, ἀλλὰ πεπερασμένος ἐστίν (ὁ κόσμος), ὡς τοῦτο δῆλον ἐκ τοῦ ὑπὸ φύσεως αὐτὸν διοικεῖσθαι. Ἀπείρου μὲν γὰρ οὐδενὸς φύσιν εἶναι δυνατόν· δεῖ γὰρ κατακρατεῖν τὴν φύσιν οὗτινός ἐστιν. Ὅτι δὲ φύσιν ἔχει τὴν διοικοῦσαν αὐτόν, γνώριμον, πρῶτον μὲν ἐκ τῆς τάξεως τῶν ἐν αὐτῷ μερῶν· ἔπειτα ἐκ τῆς τῶν γινομένων τάξεως· τρίτον ἐκ τῆς συμπαθείας τῶν ἐν αὐτῷ μερῶν πρὸς ἄλληλα· τέταρτον ἐκ τοῦ ἕκαστα πρός τι πεποιῆσθαι· καὶ λοιπὸν ἐκ τοῦ πάντα μεγαλωφελεστάτας παρέχεσθαι τὰς χρείας· ἅπερ ἴδια καὶ τῶν ἐπὶ μέρους φύσεών ἐστιν· ὥστε φύσιν ἔχων τὴν διοικοῦσαν, αὐτὸς μὲν πεπέρασται ἀναγκαίως.