Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.535
Not analysed yet
Simplicius in Aristot. de caelo p. 1286 Karsten. p. 284, 28 Heibg. οἱ δὲ ἀπὸ τῆς Στοᾶς ἔξω τοῦ οὐρανοῦ κενὸν εἶναι βουλόμενοι διὰ τοιαύτης αὐτὸ κατασκευάζουσιν ὑποθέσεως. ἔστω, φασίν, ἐν τῷ ἐσχάτῳ τῆς ἀπλανοῦς ἑστῶτά τινα ἐκτείνειν πρὸς τὸ ἄνω τὴν χεῖρα· καὶ εἰ μὲν ἐκτείνει, λαμβάνουσιν ὅτι ἔστι τι ἐκτὸς τοῦ οὐρανοῦ εἰς ὃ ἐξέτεινεν, εἰ δὲ μὴ δύναιτο ἐκτεῖναι, ἔσται τι καὶ οὕτως ἐκτὸς τὸ κωλῦσαν τὴν τῆς χειρὸς ἔκτασιν. κἂν πρὸς τῷ πέρατι πάλιν ἐκείνου στὰς ἐκτείνῃ, ὁμοία ἡ ἐρώτησις· εἶναι γὰρ δειχθήσεται κἀκείνου τι ἐκτὸς ὄν. idem p. 129a. p. 285. 28 Heibg. (e Alexandro Aphrod.) . ἔστω γάρ, εἰ δυνατόν, ἐκτὸς τοῦ κόσμου κενόν· τοῦτο δὲ ἤτοι πεπερασμένον ἐστὶν ἢ ἄπειρον. ——εἰ δὲ ἄπειρον εἴη, ὥσπερ Χρυσίππῳ δοκεῖ, κενὸν δὲ τοῦτό φασι διάστημα, ὃ οἷόντε ὂν σῶμα δέξασθαι μὴ δέδεκταί, τῶν δὲ πρός τι ἀναγκαῖον, εἰ θάτερον ἔστι, καὶ θάτερον εἶναι, εἰ ἔστι τὸ οἷόν τε δέξασθαι, εἴη ἂν καὶ τὸ δεχθῆναι δυνάμενον ἢ ἐνδέχεται εἶναι· σῶμα δὲ οὔτε αὐτοὶ λέγουσιν οὔτε ἔστιν ἄπειρον, ὃ οἷόν τέ ἐστι δεχθῆναι ὑπὸ τοῦ ἀπείρου κενοῦ· οὐδ’ ἄρα τὸ οἷόν τε δέξασθαι ἔστιν αὐτό.