Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.536
Not analysed yet
Alexander Aphrod. Quest. III 12 p. 101, 10 Bruns. ὁ λόγος ⟨ὁ⟩ δεικνύναι θέλων ἄπειρον τὸ ὂν διὰ τοῦ τὸν ὑποτεθέντα εἶναι ἐν τῷ τοῦ κόσμου πέρατι ἤτοι ἐκτενεῖν ἐπέκεινα τοῦ κόσμου τὴν χεῖρα ἢ δι’ ὁτιδὴ κωλυθήσεσθαι, ἀμφοτέρως δὲ ἔσεσθαί τι ἐκτὸς τοῦ κόσμου· ἢ γὰρ τὸ κωλῦον ἐκτός ἐστιν, ἢ ἐν ᾧ ἔσται τὸ ἐκτεινόμενον, τὴν πιθανότητα ἔχει παρὰ τῆς φαντασίας τε καὶ αἰσθήσεως, ὥσπερ καὶ ὁ λέγων πᾶν τὸ πεπερασμένον παρά τι περαίνειν. ibid. p. 106, 10. οἱ δὲ τὸ κενὸν εἶναι τιθέμενοι οὐδὲν ἄλλο ἢ τρεῖς διαστάσεις ἐν ὑπάρξει λαμβάνουσιν εἶναι χωρὶς ὕλης, ὃ λέγοντες εἶναι δεκτικὸν σωμάτων, οὐδὲν ἀλλ’ ἢ διάστημα διαστήματός φασιν εἶναι δεκτικόν.