Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.550
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 44 p. 1054e. Ταῦτα δ’ οὐκ ἂν ἑφοβεῖτο (mundum deletum iri, partibus in medium infiniti spatii confluentibus) μὴ φύσει τὰ σώματα φέρεψθαι πανταχόθεν ἐπὶ τὸ μέσον ἡγούμενος, οὐ τῆς οὐσίας, ἀλλὰ τῆς περιεχούσης τὴν οὐσίαν χώρας· περὶ οὖ καὶ πολλάκις εἴρηκεν ὡς ἀδυνάτου καὶ παρὰ φύσιν ὄντος· οὐ γὰρ ὑπάρχειν ἐν τῷ κενῷ διαφοράν, ἣ τὰ σώματα δευρὶ μᾶλλον ἢ δευρὶ προσάγεται· τὴν δὲ τοῦ κόσμου τούτου σύνταξιν αἰτίαν εἶναι τῆς κινήσεως, ἐπὶ τὸ κέντρον καὶ τὸ μέσον αὐτοῦ νευόντων καὶ φερομένων πανταχόθεν. Ἀρκεῖ δ’ εἰς τοῦτο παραθέσθαι λέξιν ἐκ τοῦ δευτέρου περὶ Κινήσεως. Ὑπειπὼν γὰρ ὅτι τέλεον μὲν ὁ κόσμος σῶμά ἐστιν, οὐ τέλεα δὲ τὰ τοῦ κόσμου μέρη, τῷ πρὸς τὸ ὅλον πως ἔχειν, καὶ μὴ καθ’ αὑτὰ εἶναι, καὶ περὶ τῆς κινήσεως αὐτοῦ διελθὼν ὡς ἐπὶ τὴν συμμονὴν καὶ τὴν συνοχὴν τὴν ἑαυτοῦ κινεῖσθαι διὰ τῶν μερῶν πάντων πεφυκότος, οὐκ ἐπὶ τὴν διάλυσιν καὶ τὴν θρύψιν, ταῦτ’ εἴρηκεν· Οὕτω δὲ τοῦ ὅλου τεινομένου εἰς ταὐτὸ καὶ κινουμένου, καὶ τῶν μορίων ταύτην τὴν κίνησιν ἐχόντων ἐκ τῆς τοῦ σώματος φύσεως, πιθάνον πᾶσι τοῖς σώμασιν εἶναι τὴν πρώτην κατὰ φύκίνησιν σιν πρὸς τὸ τοῦ κόσμου μέσον, τῷ μὲν κόσμῳ οὑτωσὶ κινουμένῳ πρὸς αὑτόν, τοῖς δὲ μέρεσιν ὡς ἂν μέρεσιν οὖσιν. p. 1055 bc. Καίτοι τοῖς προειρημένοις ταυτὶ συνάπτεις, ὥσπερ αὐτὸς σεαντὸν ἐξελέγξαι φιλοτιμούμενος· Ὃν τρόπον δὲ κινεῖται ἕκαστον τῶν μορίων, συμφυὲς ὂν τῷ λοιπῷ, εὔλογον οὕτω καὶ καθ’ αὑτὸ κινεῖσθαι, καὶ εἰ λόγου χάριν νοήσαιμεν. αὐτὸ καὶ ὑποθοίμεθα εἴναι ἐν κενῷ τινι τοῦ κόσμου τούτου· ὡς γὰρ ἂν συνεχόμενον πάντοθεν ἐκινεῖτο ἐπὶ τὸ μέσον, μένει ἐν τῇ κινήσει ταύτῃ, κἂν λόγου χάριν ἐξαίφνης περὶ αὐτὸ γένηται κενόν.