Ancient Greek · ~6 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.551
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 44 p. 1054c. Ἀλλ' ἔν γε τῷ τετάρτῳ περὶ Δυνατῶν μέσον τινὰ τόπον καὶ μέσην χώραν ὑποθέμενος, ἐνταῦθά φησιν ἱδρῦσθαι τὸν κόσμον· ἔστι δ’ ἡ λέξις αὕτη· Διὸ καὶ ἐπὶ τοῦ κὁσμου εἰ ῥητέον αὐτὸν φθαρτὸν εἶναι, λόγου οἴομαι δεῖσθαι. Οὐ μὴν ἀλλὰ καὶ μᾶλλον ἐμοὶ φαίνεται οὕτως ἔχειν. Οἱονεὶ δ’ εἰς τὴν ὥσπερ, ἀφθαρσίαν πολύ τι αὐτῷ συνεργεῖ καὶ ἡ τῆς χώρας κατάληψις, οἷον διὰ τὸ ἐν μέσῳ εἶναι· ἐπεὶ εἰ ἀλλαχῇ νοηθείη ὤν, καὶ παντελῶς ἂν αὐτῷ συνάπτοι ἡ φθορά. Καὶ μετὰ μικρὸν αὖθις· Οὕτω γάρ πως καὶ ἡ οὐσία συντέτευχεν ἀϊδίως τὸν μέσον κατειληφυῖα τόπον, εὑθὺς τοιάδε τις οὖσα, ὥστε *καθ’ ἕτερον τρόπον, ἀλλὰ *καὶ διὰ τὴν συντυχίαν μὴ ἐπιδέχεσθαι αὐτὴν φθοράν, ⟨καὶ⟩ κατὰ τοῦτ' ιὐτὸ εἶναι ἀΐδιον. p. 1054d. δῆλός ἐστι δεδιὼς μή, τῶν μερῶν τῆς οὐσίας ἐπὶ τὸ μέσον φερομένων, διάλυσις καὶ φθορὰ τοῦ κόσμου γένοιτο. idem de defectu oraculorum cp. 28. διὸ καὶ Χρύσιππον ἔστι θαυμάζειν, μᾶλλον δὲ ὅλως διαπορεῖν ὅ τι δὴ παθὼν τὸν κόσμον ἐν μέσῳ φησὶν ἱδρῦσθαι, καὶ τὴν οὐσίαν αὐτοῦ, τὸν μέσον τόπον ἀϊδίως κατειληφυῖαν, οὐχ ἤκιστα τοῦτον συνείργεσθαι πρὸς τὴν διαμονὴν καὶ οἱονεὶ ἀφθαρσίαν. ταυτὶ γὰρ ἐν τῷ τετάρτῳ περὶ Δυνατῶν λέγει, μέσον τε τοῦ ἀπείρου τόπον οὐκ ὀρθῶς ὀνειρώττων, ἀτοπώτερόν τε τῆς διαμονῆς τοῦ κόσμου τῷ ἀνυπάρκτῳ μέσῳ τὴν αἰτίαν ὑποθεὶς καὶ ταῦτα πολλάκις εἰρηκὼς ἐν ἑτέροις ὅτι ταῖς εἰς τὸ αὑτῆς μέσον ἡ οὐσία καὶ ταῖς ἀπὸ τοῦ αὑτῆς μέσου διοικεῖται καὶ συνέχεται κινήσεσι.