Ancient Greek · ~2 min
1.582 to 1.583
Chrysippus, Fragmenta Logica et Physica 1.582-583
Not analysed yet
Aëtius Plac. II 6, 1. οἱ Στωϊκοὶ ἀπὸ γῆς ἄρξασθαι τὴν γένεσιν τοῦ κόσμου καθάπερ ἀπὸ κέντρου· ἀρχὴ δὲ σφαίρας τὸ κέντρον. Achilles Isagoge 7 p. 131 in Petav. Uranol. Οἱ Στωϊκοὶ φασὶν ἐκ τῆς γῆς τὴν ἔξωθεν γίνεσθαι πρῶτον περιφοράν. ἐπεὶ γὰρ ἡ γῆ κέντρου τάξιν ἐπέχει, ὥσπερ ἀπὸ κέντρου κύκλος γίνεται, οὕτω καὶ ἀπὸ τῆς γῆς εἰκὸς ἔξω περιφέρειαν γεγονέναι.