Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.626
Not analysed yet
Origenes contra Celsum IV 68 Vol. I p. 338, 3 Kö. (p. 555 Delarue). τῶν δὲ Στωϊκῶν οἱ πλείους οὐ μόνον τὴν τῶν θνητῶν περίοδον τοιαύτην εἶναί φασιν ἀλλὰ καὶ τὴν τῶν ἀθανάτων καὶ τῶν κατ’ αὐτοὺς θεῶν· μετὰ γὰρ τὴν τοῦ παντὸς ἐκπύρωσιν, ἀπειράκις γενομένην καὶ ἀπειράκις ἐσομένην, ἡ αὐτὴ τάξις ἀπ’ ἀρχῆς μέχρι τέλους πάντων γέγονέ τε καὶ ἔσται. Πειρώμενοι μέντοι θεραπεύειν πως τὰς ἀπεμφάσεις οἱ ἀπὸ τῆς Στοᾶς οὐκ οἶδ’ ὅπως ἀπαραλλάκτους φασὶν ἔσεσθαι κατὰ περίοδον τοῖς ἀπὸ τῶν προτέρων περιόδων πάντας· ἵνα μὴ Σωκράτης πάλιν γένηται, ἀλλ’ ἀπαράλλακτός τις τῷ Σωκράτει, γαμήσων ἀπαράλλακτόν τινα Ξανθίππῃ, καὶ κατηγορηθησόμενος ὑπὸ ἀπαραλλάκτων Ἀνύτῳ καὶ Μελήτῳ. Οὐκ οἶδα δὲ πῶς ὁ μὲν κόσμος ἀεὶ ὁ αὐτός ἐστι καὶ οὐκ ἀπαράλλακτος ἕτερος ἑτέρῳ· τὰ δ’ ἐν αὐτῷ οὐ τὰ αὐτά, ἀλλ’ ἀπαράλλακτα. Cf. ibid. V 20 Vol. II p. 21, 23 Kö. (p. 592 Del.) . φασὶ δὴ οἱ ἀπὸ τῆς Στοᾶς κατὰ περίοδον ἐκπύρωσιν τοῦ παντὸς γίγνεσθαι καὶ ἑξῆς αὐτῇ διακόσμησιν πάντ’ ἀπαράλλακτα ἔχουσαν, ὡς πρὸς τὴν προτέραν διακόσμησιν ὅσοι δ’ αὐτῶν ᾐδέσθησαν τὸ δόγμα, ὀλίγην εἰρήκασι παραλλαγὴν καὶ σφόδρα βραχεῖαν γίγνεσθαι κατὰ περίοδον τοῖς ἐπὶ τῆς πρὸ αὐτῆς περιόδου. (add. ibid. 23 Vol. II p. 24, 10 Kö. (p. 595 Del.) verba: διαλεκτικαῖς ὡς οἴονται ἀνάγκαις ταῦτα παριστάντες.)