Ancient Greek · ~1 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.627
Not analysed yet
Simplicius in Aristot. Phys. p. 886, 11 Diels. τοῦτο δὲ τὸ ζήτημα τῇ τῶν Στωϊκῶν ἐστι μᾶλλον ἁρμόττον παλιγγενεσίᾳ· λέγοντες γὰρ ἐκεῖνοι τὸν αὐτὸν ἐμὲ πάλιν γίνεσθαι ἐν τῇ παλιγγενεσίᾳ, ζητοῦσιν εἰκότως πότερον εἷς εἰμι τῷ ἀριθμῷ ὁ νῦν καὶ τότε, διὰ τὸ τῇ οὐσίᾳ εἶναι ὁ αὐτός, ἢ τῇ κατατάξει τῇ εἰς ἄλλην καὶ ἄλλην κοσμοποιΐαν διαφοροῦμαι.