Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.664
Not analysed yet
Philo de confus. linguarum §156 Vol. II p. 259, 2. ὅτι ὁ αἰθήρ, ἱερὸν πῦρ, φλόξ ἐστιν ἄσβεστος, ὡς καὶ αὐτὸ δηλοῖ τοὔνομα, παρὰ τὸ αἴθειν, ὃ δὴ καίειν ἐστὶ κατὰ γλῶτταν, εἰρημένον. Μάρτυς δὲ μία μοῖρα τῆς οὐρανίου πυρᾶς, ἥλιος, ὃς τοσοῦτον γῆς ἀφεστώς, ἄχρι μυχῶν τὰς ἀκτῖνας ἐπιπέμπων, αὐτήν τε καὶ τὸν ἀπ’ αὐτῆς ἀνατείνοντα μέχρι τῆς οὐρανίου σφαίρας ἀέρα φύσει ψυχρὸν ὄντα, τῇ μὲν ἀλεαίνει τῇ δὲ καταφλέγει. Τὰ μὲν γὰρ ὅσα ἢ μακρὰν ἀφέστηκεν αὐτοῦ τῆς φορᾶς ἢ ἐγκάρσια παραβέβληται ἀλεαίνει μόνον, τὰ δ’ ἐγγὺς ἢ ἐπ’ εὐθείας ὄντα καὶ προσανακαίει βίᾳ.