Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.665
Not analysed yet
Plutarchus de comm. not. cp. 45 p. 1084c. Καὶ μὴ δυσχεραινέτωσαν ἐπὶ ταῦτ’ ἀγόμενοι τῷ κατὰ μικρὸν λόγῳ, Χρυσίππου μνημονεύοντες, ἐν τῷ πρώτῳ τῶν Φυσικῶν Ζητημάτων οὕτω προσάγοντος· Οὐχ ἡ μὲν νύξ σῶμά ἐστιν, ἡ δὲ ἐσπέρα καὶ ὁ ὄρθρος καὶ τὸ μέσον τῆς νυκτὸς σώματα οὐκ ἔστιν· οὐδὲ ἡ μὲν ἡμέρα σῶμά ἐστιν, οὐχὶ δὲ καὶ ἡ νουμηνία σῶμα, καὶ ἡ δεκάτη καὶ πεντεκαιδεκάτη καὶ ἡ τριακάς, καὶ ὁ μὴν σῶμά ἐστι, καὶ τὸ θέρος καὶ τὸ φθινόπωρον καὶ ὁ ἐνιαυτός.