Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.682
Not analysed yet
Achilles Isagoge 11 p. 133 in Petav. Uranol. οἱ Στωϊκοὶ δὲ ἐκ πυρὸς λέγουσιν αὐτούς· πυρὸς δὲ τοῦ θείου καὶ ἀϊδίου καὶ οὐ παραπλησίου τῷ παρ’ ἡμῖν· τοῦτο γὰρ φθαρτικόν, καὶ οὐ παμφαές. idem 12. Περὶ σχήματος ἀστέρων. Κλεάνθης αὐτοὺς κωνοειδὲς ἔχειν σχῆμά φησι. τινὲς δὲ πετάλοις ἐοικέναι ἐκ πυρός, βάθος οὐκ ἔχοντας, ἀλλ’ ὥσπερ γραφὰς εἶναι. Οἱ δὲ Στωϊκοὶ σφαιρικὸν ἔχειν σχῆμα λέγουσι, καθάπερ τὸν ἥλιον καὶ τὸν περιέχοντα οὐρανόν.