Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.683
Not analysed yet
Stobaeus ecl. I p. 206, 25 W. Χρυσίππου· Ἀνατολὴν δ’ εἶναί φησιν ὁ Χρύσιππος ἐν ταῖς Φυσικαῖς τέχναις ὑπεροχὴν ἄστρου ὑπὲρ γῆς, δύσιν δὲ κρύψιν ἄστρου ὑπὸ γῆν. Πίγνεσθαι δ’ ἅμα τῶν αὐτῶν ἀνατολὴν καὶ δύσιν πρὸς ἄλλους τε καὶ ἄλλους. Ἐπιτολὴν δὲ ⟨τὴν⟩ ἄστρου ἅμα ἡλίῳ ἀνατολήν, δύσιν δὲ τὴν ἅμα ἡλίῳ δύσιν. Διχῶς γὰρ λέγεσθαι δύσιν, τὴν μὲν κατὰ τὴν ἀνατολήν, τὴν δὲ κατὰ τὴν ἐπιτολήν. Κυνὸς δ’ ἐπιτολὴν ἅμα ἡλίῳ κυνὸς ἀνατολήν, δύσιν δὲ κυνὸς ἅμα ἡλίῳ κυνὸς ἀπόκρυψιν ὑπὸ γῆν. Τὸν δ’ ὅμοιον λόγον εἶναι καὶ ἐπὶ τῆς πλειάδος (Diels Arii Didymi epit. phys. fragm. 32).