Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.714
Not analysed yet
Clemens Al. Stromat. II p. 487 Pott. Τῶν γὰρ κινουμένων ἃ μὲν καθ’ ὁρμὴν καὶ φαντασίαν κινεῖται, ὡς τὰ ζῷα· τὰ δὲ κατὰ μετάθεσιν, ὡς τὰ ἄψυχα· κινεῖσθαι δὲ καὶ τῶν ἀψύχων τὰ φυτὰ μεταβατικῶς φασὶν εἰς αὔξησιν, εἰ τις αὐτοῖς ἄψυχα εἶναι συγχωρήσει τὰ φυτά. Ἕξεως μὲν οὖν οἱ λίθοι, φύσεως δὲ τὰ φυτά, ὁρμῆς δὲ καὶ φαντασίας τῶν τε αὖ δυοῖν τῶν προειρημένων καὶ τὰ ἄλογα μετέχει ζῷα· ἡ λογικὴ δὲ δύναμις ἰδία οὖσα τῆς ἀνθρωπείας ψυχῆς οὐχ ὡσαύτως τοῖς ἀλόγοις ζῴοις ὁρμᾶν ὀφείλει, ἀλλὰ καὶ διακρίνειν τὰς φαντασίας καὶ μὴ συναποφέρεσθαι αὐταῖς.