Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.715
Not analysed yet
Galenus comm. 5 in Hippocr. epid. 6 ed. Bas. V 510 K. XVII B. 250. τοῖς Στωϊκοῖς δ’ ἔθος ἐστὶ φύσιν μὲν ὀνομάζειν ᾗ τὰ φυτὰ διοικεῖται, ψυχὴν δὲ ᾗ τὰ ζῷα· τὴν ⟨δʼ⟩ οὐσίαν ἀμφοτέρων μὲν τίθενται τὸ σύμφυτον πνεῦμα καὶ διαφέρειν ἀλλήλων οἴονται ποιότητι. ξηρότερον μὲν γὰρ πνεῦμα τὸ τῆς ψυχῆς, ὑγρότερον δὲ τὸ τὴς φύσεως εἶναι, δεῖσθαι δ’ ἄμφω πρὸς διαμονὴν οὐ τροφῆς μόνον, ἀλλὰ καὶ ἀέρος.